← 修昔底德

伯罗奔尼撒战争史

§3.51.1-3.51.4

尼基亚斯攻占并设防米诺亚岛

在尼基亚斯指挥下,雅典军队对麦加拉附近的米诺亚岛发动远征并将其攻占,随后在此筑墙并留守军队,使其成为监视麦加拉的据点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.51.1

ἐν δὲ τῷ αὐτῷ θέρει μετὰ τὴν Λέσβου ἅλωσιν Ἀθηναῖοι Νικίου τοῦ Νικηράτου στρατηγοῦντος ἐστράτευσαν ἐπὶ Μινῴαν τὴν νῆσον, ἣ κεῖται πρὸ Μεγάρων· ἐχρῶντο δὲ αὐτῇ πύργον ἐνοικοδομήσαντες οἱ Μεγαρῆς φρουρίῳ.

在攻占莱斯博斯的同一个夏天,雅典人在尼克拉图斯之子尼基亚斯的指挥下,对位于麦加拉前方的米诺亚岛发动了远征;麦加拉人在此建有一座塔楼,将其用作堡垒。

§3.51.2

ἐβούλετο δὲ Νικίας τὴν φυλακὴν αὐτόθεν δι’ ἐλάσσονος τοῖς Ἀθηναίοις καὶ μὴ ἀπὸ τοῦ Βουδόρου καὶ τῆς Σαλαμῖνος εἶναι, τούς τε Πελοποννησίους, ὅπως μὴ ποιῶνται1 ἔκπλους αὐτόθεν λανθάνοντες τριήρων τε, οἷον καὶ τὸ πρὶν γενόμενον, καὶ λῃστῶν ἐκπομπαῖς, τοῖς τε Μεγαρεῦσιν ἅμα μηδὲν ἐσπλεῖν.2

尼基亚斯希望,雅典人的监视哨所能设在距离更近的这个地方,而不是设在布多鲁姆和萨拉米斯;同时他也为了防止伯罗奔尼撒人像以前那样,从这里秘密派出三列桨战船和派遣海盗,并同时确保没有任何东西可以运入麦加拉。

§3.51.3

ἑλὼν οὖν ἀπὸ τῆς Νισαίας πρῶτον δύο πύργω προύχοντε3 μηχαναῖς ἐκ θαλάσσης καὶ τὸν ἔσπλουν ἐς τὸ μεταξὺ τῆς νήσου ἐλευθερώσας ἀπετείχιζε καὶ τὸ ἐκ τῆς ἠπείρου,4 ᾗ κατὰ γέφυραν διὰ τενάγους ἐπιβοήθεια ἦν τῇ νήσῳ οὐ πολὺ διεχούσῃ τῆς ἠπείρου.

于是,他首先从尼塞亚一侧,用攻城器械从海上攻占了两个突出的塔楼,清理了通往岛屿之间水道的入口,随后又筑墙阻断了来自大陆方向的通道,在那里,人们曾通过横跨浅滩的桥梁向这座距离大陆不远的岛屿运送援军。

§3.51.4

ὡς δὲ τοῦτο ἐξειργάσαντο ἐν ἡμέραις ὀλίγαις, ὕστερον δὴ καὶ ἐν τῇ νήσῳ τεῖχος ἐγκαταλιπὼν καὶ φρουρὰν ἀνεχώρησε τῷ στρατῷ.

他们在几天之内完成了这项工程,随后,他也在岛上留下了城墙和守备队,并率领军队撤回。

语法注4 条
  1. 3.51.2τούς τε Πελοποννησίους, ὅπως μὴ ποιῶνται

    先行句式(prolepsis),宾格名词短语 "τούς τε Πελοποννησίους" 提前于 "ὅπως" 从句出现,虽然形式上像主句动词 "ἐβούλετο" 的宾语,但逻辑上是该从句的主语。

  2. 3.51.2τοῖς τε Μεγαρεῦσιν ἅμα μηδὲν ἐσπλεῖν

    不定词 "ἐσπλεῖν"(运入)的主语是中性代词 "μηδέν"(没有任何东西),而与格 "τοῖς Μεγαρεῦσιν" 为关涉与格。整个不定词短语作为 "ἐβούλετο" 的另一个宾语。

  3. 3.51.3δύο πύργω προύχοντε

    双数名词 "πύργω"(宾格双数)与分词 "προύχοντε"(宾格双数)的一致修饰,指“两个突出的塔楼”。

  4. 3.51.3ἀπετείχιζε καὶ τὸ ἐκ τῆς ἠπείρου

    带有前置词短语的宾格名词化冠词 "τὸ ἐκ τῆς ἠπείρου"(来自大陆方向的通道/接近路)作为未完成过去时动词 "ἀπετείχιζε"(筑墙阻断)的直接宾语。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.51.1-3.51.4