- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.34.1-3.34.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-25
帕刻斯在诺提翁靠岸,利用当地党争,通过欺诈手段逮捕并杀害了雇佣兵指挥官希庇亚斯。随后他将诺提翁交还给非亲波斯派的科洛封人,后来雅典在此重新建立了殖民地。
παραπλέων δὲ πάλιν ἔσχε καὶ ἐς Νότιον τὸ Κολοφωνίων, οὗ κατῴκηντο Κολοφώνιοι τῆς ἄνω πόλεως ἑαλωκυίας1 ὑπὸ Ἰταμάνους καὶ τῶν βαρβάρων κατὰ στάσιν ἰδίαν ἐπαχθέντων· ἑάλω δὲ μάλιστα αὕτη ὅτε ἡ δευτέρα Πελοποννησίων ἐσβολὴ ἐς τὴν Ἀττικὴν ἐγίγνετο.
帕刻斯沿岸折返航行,并在科洛封人的港口诺提翁靠岸。由于内陆的“上城”因私下的党争引入了伊塔马内斯和蛮族而被攻占,科洛封人便移居于此。上城被攻占主要是在伯罗奔尼撒人第二次入侵阿提卡的时候。
ἐν οὖν τῷ Νοτίῳ οἱ καταφυγόντες καὶ κατοικήσαντες αὐτόθι αὖθις στασιάσαντες,2 οἱ μὲν παρὰ Πισσούθνου ἐπικούρους Ἀρκάδων τε καὶ τῶν βαρβάρων ἐπαγαγόμενοι ἐν διατειχίσματι εἶχον, καὶ τῶν ἐκ τῆς ἄνω πόλεως Κολοφωνίων οἱ μηδίσαντες ξυνεσελθόντες ἐπολίτευον, οἱ δὲ ὑπεξελθόντες τούτους καὶ ὄντες φυγάδες τὸν Πάχητα ἐπάγονται.
于是,在逃到诺提翁并定居于此的人们中间,再次发生了党争。其中一派从皮苏特内斯那里引入了阿卡迪亚雇佣兵和蛮族,并占领了隔墙内的区域,而上城科洛封人中的亲波斯派也与他们合流,共同执掌政权;另一派则避开他们,成为流亡者,并把帕刻斯引了进来。
ὁ δὲ προκαλεσάμενος ἐς λόγους Ἱππίαν τῶν ἐν τῷ διατειχίσματι Ἀρκάδων ἄρχοντα, ὥστε, ἢν μηδὲν ἀρέσκον λέγῃ, πάλιν αὐτὸν καταστήσειν3 ἐς τὸ τεῖχος σῶν καὶ ὑγιᾶ, ὁ μὲν ἐξῆλθε παρ’ αὐτόν, ὁ δ’4 ἐκεῖνον μὲν ἐν φυλακῇ ἀδέσμῳ εἶχεν, αὐτὸς δὲ προσβαλὼν τῷ τειχίσματι ἐξαπιναίως καὶ οὐ προσδεχομένων αἱρεῖ, τούς τε Ἀρκάδας καὶ τῶν βαρβάρων ὅσοι ἐνῆσαν διαφθείρει· καὶ τὸν Ἱππίαν ὕστερον ἐσαγαγὼν ὥσπερ ἐσπείσατο, ἐπειδὴ ἔνδον ἦν, ξυλλαμβάνει καὶ κατατοξεύει.
帕刻斯邀请隔墙内阿卡迪亚人的指挥官希庇亚斯进行谈判,条件是如果双方未能达成满意的协议,就将他安全无恙地送回城墙内。希庇亚斯出来见他,而帕刻斯却将其处于不加锁链的看管之下,自己则趁对方防备不及,突然袭击并攻占了该隔墙区域,杀死了里面的所有阿卡迪亚人和蛮族。随后,他按照约定将希庇亚斯带进城内,等希庇亚斯一进到里面,就将他逮捕并用箭射死。
Κολοφωνίοις δὲ Νότιον παραδίδωσι πλὴν τῶν μηδισάντων. καὶ ὕστερον Ἀθηναῖοι οἰκιστὰς πέμψαντες κατὰ τοὺς ἑαυτῶν νόμους κατῴκισαν τὸ Νότιον, ξυναγαγόντες πάντας ἐκ τῶν πόλεων, εἴ πού τις ἦν Κολοφωνίων.
帕刻斯将诺提翁交还给科洛封人,但排除了其中的亲波斯派。后来,雅典人派遣殖民开拓者,按照自己的法律在诺提翁建立了殖民地,并将散落在各城市的科洛封人,只要是能找到的,全部召集了过来。
- 3.34.1τῆς ἄνω πόλεως ἑαλωκυίας
表示原因的属格独立结构。行为主体由 ὑπὸ Ἰταμάνους(此处为第三变格人名的属格形式)表示,并与 τῶν βαρβάρων ... ἐπαχθέντων 并列,属格分词修饰“蛮族”。整个结构意为“因为上城被……攻占”。
- 3.34.2οἱ καταφυγόντες καὶ κατοικήσαντες αὐτόθι αὖθις στασιάσαντες
一种破格(anacoluthon)句式。主格分词短语置于句首,但并未连接到单一的主句动词,而是紧接着分裂为对比性的主语 οἱ μὲν ... οἱ δὲ ... 。
- 3.34.3ὥστε, ἢν μηδὲν ἀρέσκον λέγῃ, πάλιν αὐτὸν καταστήσειν
连词 ὥστε 后接将来不定式 καταστήσειν,表示的不是结果,而是条件或协定内容(“在……的条件下”)。嵌入的条件从句 ἢν μηδὲν ἀρέσκον λέγῃ 的主语是帕刻斯,意为“如果他(帕刻斯)没有提出令对方满意的建议”。
- 3.34.3ὁ δὲ προκαλεσάμενος ... ὁ μὲν ἐξῆλθε ... ὁ δ'
一个极其复杂的破格(anacoluthon)例子。句首以 ὁ δὲ(帕刻斯)作为主语引入,但由于中间插入了另一个主句 ὁ μὲν ἐξῆλθε(希庇亚斯出来了),导致最初的主语悬空,随后又通过 ὁ δ' 重新承接。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
