- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.30.1-3.30.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-25
伊利斯人特奥蒂亚普洛斯向阿基达斯及指挥官们提议,应当趁雅典人因胜利而松懈无备之时,立即对米蒂利尼发动奇袭。
‘Ἀλκίδα καὶ Πελοποννησίων ὅσοι πάρεσμεν1 ἄρχοντες τῆς στρατιᾶς, ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην πρὶν ἐκπύστους γενέσθαι, ὥσπερ ἔχομεν.
“阿基达斯,以及在座的所有作为军队指挥官的伯罗奔尼撒人,我认为我们应该保持现状,在我们的行踪败露之前,立即向米蒂利尼航行。
κατὰ γὰρ τὸ εἰκὸς ἀνδρῶν νεωστὶ πόλιν ἐχόντων2 πολὺ τὸ ἀφύλακτον εὑρήσομεν, κατὰ μὲν θάλασσαν καὶ πάνυ, ᾗ ἐκεῖνοί τε ἀνέλπιστοι ἐπιγενέσθαι ἄν τινα σφίσι πολέμιον καὶ ἡμῶν ἡ ἀλκὴ τυγχάνει μάλιστα οὖσα· εἰκὸς δὲ καὶ τὸ πεζὸν αὐτῶν κατ’ οἰκίας ἀμελέστερον ὡς κεκρατηκότων διεσπάρθαι.
因为根据常理,对于刚刚攻占了一座城市的人来说,我们会发现他们有很多毫无防备的地方,尤其是在海上更是如此;在那里,他们既不指望会有什么敌人来袭击他们,而我们的优势又恰恰在海上。而且,他们的陆军也很可能因为自恃为胜利者而比较松懈,分散在各个民房中。
εἰ οὖν προσπέσοιμεν ἄφνω τε καὶ νυκτός, ἐλπίζω μετὰ τῶν ἔνδον, εἴ τις ἄρα ἡμῖν ἐστὶν ὑπόλοιπος εὔνους, καταληφθῆναι ἂν3 τὰ πράγματα.
因此,如果我们出其不意地在夜间发起袭击,我期望能在城内那些——如果真的还有留下对我们怀有善意的人的话——的协助下,重新掌控局面。
καὶ μὴ ἀποκνήσωμεν τὸν κίνδυνον, νομίσαντες οὐκ ἄλλο τι εἶναι τὸ κενὸν τοῦ πολέμου4 ἢ τὸ τοιοῦτον, ὃ εἴ τις στρατηγὸς ἔν τε αὑτῷ φυλάσσοιτο καὶ τοῖς πολεμίοις ἐνορῶν ἐπιχειροίη,5 πλεῖστ’ ἂν ὀρθοῖτο.’
我们绝不要在危险面前退缩,应当认识到,所谓战争中的“虚隙”不外乎就是指这类事情;如果一个将领在自身方面严加防范此类虚隙,同时又能在敌人身上看出这种虚隙并加以利用和进攻,他就最能取得成功。”
- 3.30.1ὅσοι πάρεσμεν
关系代词 ὅσοι 的先行词是第三人称复数的 Πελοποννησίων,但由于说话者将自己也包括在内,因此关系从句中的动词使用了第一人称复数的 πάρεσμεν。
- 3.30.2ἀνδρῶν νεωστὶ πόλιν ἐχόντων
属格名词短语。作为所有或限定属格,修饰 εὑρήσομεν 的直接宾语 πολὺ τὸ ἀφύλακτον(许多无备之处)。虽然也可以解释为属格独立结构,但作为修饰关系来读在上下文连接上更为紧密。
- 3.30.3καταληφθῆναι ἂν
作为表示期望的动词 ἐλπίζω 的宾语的不定式从句。此处未使用通常的将来时不定式,而是将第一不定式被动语态 καταληφθῆναι 与语气词 ἂν 连用,用以表达条件性的可能性或潜在的推论(“局面将会被掌控”)。
- 3.30.4τὸ κενὸν τοῦ πολέμου
修昔底德式特有的中性形容词名词化(τὸ κενόν,字面意为“空虚”)与属格的结合。指代战争中的“不测之事”或“虚隙/虚兵之机”,通过作为关系代词 ὃ 的先行词的 τὸ τοιοῦτον 得到了同格的解释。
- 3.30.4ὃ εἴ τις στρατηγὸς ἔν τε αὑτῷ φυλάσσοιτο καὶ τοῖς πολεμίοις ἐνορῶν ἐπιχειροίη
关系代词 ὃ(先行词为 τὸ τοιοῦτον)是条件从句中两个动词(中间语态 φυλάσσοιτο 和主动语态 ἐπιχειροίη)的共同宾语。前者 ἔν τε αὑτῷ φυλάσσοιτο 意为“在自身中对它严加防范(使其不发生)”,后者 τοῖς πολεμίοις ἐνορῶν ἐπιχειροίη 意为“在敌人身上看出它并进行攻击”,两者构成了鲜明的对比结构。
