- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.114.1-3.114.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
双方分配了战利品,德摩斯梯尼挽回名誉并回国。随后阿卡纳尼亚人与安布拉基亚人达成了为期百年的和平盟约,哥林多向安布拉基亚派遣守备队,战争宣告结束。
μετὰ δὲ ταῦτα τρίτον μέρος νείμαντες τῶν σκύλων τοῖς Ἀθηναίοις τὰ ἄλλα κατὰ τὰς πόλεις διείλοντο. καὶ τὰ μὲν τῶν Ἀθηναίων πλέοντα ἑάλω,1 τὰ δὲ νῦν ἀνακείμενα ἐν τοῖς Ἀττικοῖς ἱεροῖς Δημοσθένει ἐξῃρέθησαν τριακόσιαι πανοπλίαι, καὶ ἄγων αὐτὰς κατέπλευσεν· καὶ ἐγένετο ἅμα αὐτῷ μετὰ τὴν ἐκ τῆς Αἰτωλίας ξυμφορὰν ἀπὸ ταύτης τῆς πράξεως ἀδεεστέρα ἡ κάθοδος.
此后,他们将战利品的三分之一分配给雅典人,其余的则分配给各自的城市。雅典人的那部分在乘船运送时被俘获,但如今供奉在阿提卡神庙里的那些——即三百套盔甲——被挑选出来留给德摩斯梯尼,他带着这些盔甲乘船回国;同时,在经历艾托利亚的惨败之后,由于这一功绩,他的回国变得不再令人担忧。
ἀπῆλθον δὲ καὶ οἱ ἐν ταῖς εἴκοσι ναυσὶν Ἀθηναῖοι ἐς Ναύπακτον. Ἀκαρνᾶνες δὲ καὶ Ἀμφίλοχοι ἀπελθόντων Ἀθηναίων καὶ Δημοσθένους τοῖς ὡς Σαλύνθιον2 καὶ Ἀγραίους καταφυγοῦσιν Ἀμπρακιώταις καὶ Πελοποννησίοις ἀναχώρησιν ἐσπείσαντο ἐξ Οἰνιαδῶν, οἷπερ καὶ μετανέστησαν παρὰ Σαλυνθίου.
乘二十艘船的雅典人也撤回了纳夫帕克托斯。在雅典人和德摩斯梯尼离开后,阿卡纳尼亚人和安菲洛希亚人与那些逃往萨林蒂乌斯和阿格拉伊斯人处的安布拉基亚人及伯罗奔尼撒人达成了停战协定,允许他们从奥尼亚代撤离,而他们先前正是从萨林蒂乌斯那里迁移到此处的。
καὶ ἐς τὸν ἔπειτα χρόνον σπονδὰς καὶ ξυμμαχίαν ἐποιήσαντο ἑκατὸν ἔτη Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι πρὸς Ἀμπρακιώτας ἐπὶ τοῖσδε, ὥστε μήτε Ἀμπρακιώτας μετὰ Ἀκαρνάνων στρατεύειν ἐπὶ Πελοποννησίους μήτε Ἀκαρνᾶνας μετὰ Ἀμπρακιωτῶν ἐπ’ Ἀθηναίους, βοηθεῖν δὲ τῇ ἀλλήλων,3 καὶ ἀποδοῦναι Ἀμπρακιώτας ὁπόσα ἢ χωρία ἢ ὁμήρους Ἀμφιλόχων ἔχουσι, καὶ ἐπὶ Ἀνακτόριον μὴ βοηθεῖν πολέμιον ὂν Ἀκαρνᾶσιν.
并且在今后的时间里,阿卡纳尼亚人和安菲洛希亚人与安布拉基亚人缔结了为期百年的停战同盟条约,条件如下:安布拉基亚人不得随同阿卡纳尼亚人对伯罗奔尼撒人作战,阿卡纳尼亚人也不得随同安布拉基亚人对雅典人作战;双方应当互相支援对方的领土;安布拉基亚人应归还他们所占有的安菲洛希亚人的一切地方或人质;并且不得援助对阿卡纳尼亚人怀有敌意的阿纳克托里乌姆。
ταῦτα ξυνθέμενοι διέλυσαν τὸν πόλεμον. μετὰ δὲ ταῦτα Κορίνθιοι φυλακὴν ἑαυτῶν ἐς τὴν Ἀμπρακίαν ἀπέστειλαν ἐς τριακοσίους ὁπλίτας καὶ Ξενοκλείδαν τὸν Εὐθυκλέους ἄρχοντα· οἳ κομιζόμενοι χαλεπῶς διὰ τῆς ἠπείρου ἀφίκοντο. τὰ μὲν κατ’ Ἀμπρακίαν οὕτως ἐγένετο.
达成这些条款后,他们结束了战争。此后,哥林多人向安布拉基亚派遣了他们自己的守备队,约有三百名重装步兵,并以埃夫蒂克莱斯之子克塞诺克莱德斯为指挥官;他们历尽艰辛通过内陆抵达了那里。关于安布拉基亚的事情就是这样发生的。
- 3.114.1τὰ μὲν τῶν Ἀθηναίων πλέοντα ἑάλω
τὰ是中性复数主格,指代前文的τῶν σκύλων(战利品),作第三人称单数动词ἑάλω(ἁλίσκομαι的第二不定过去时,具被动意“被俘获”)的主语,符合“中性复数主语接单数动词”的语法规则。分词πλέοντα为伴随分词,表示时间(“在航行时”)。
- 3.114.2τοῖς ὡς Σαλύνθιον
前置词ὡς在此处与宾格名词(Salynthius,人名)连用,表示朝向人移动(“去往……处”)。这种将ὡς作为前置词的用法仅限于目的地为人的情况,以替代常用的πρός或ἐπί。
- 3.114.3βοηθεῖν δὲ τῇ ἀλλήλων
与格冠词τῇ为阴性单数,省略了阴性名词γῇ(土地)或χώρᾳ(领土)。因此该短语意为“救援彼此的领土”。动词βοηθεῖν常规支配与格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
