← 修昔底德

伯罗奔尼撒战争史

§3.113.1-3.113.6

安布拉基亚使者获悉援军覆灭的惨剧

第一支安布拉基亚军队的使者前来交涉领回尸体,但在得知本国援军在伊多梅内全军覆没的惨剧后悲恸离去。作者强调了这场灾难的巨大惨烈程度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.113.1

καὶ αὐτοῖς τῇ ὑστεραίᾳ ἦλθε κῆρυξ ἀπὸ τῶν ἐς Ἀγραίους καταφυγόντων ἐκ τῆς Ὄλπης Ἀμπρακιωτῶν, ἀναίρεσιν αἰτήσων τῶν νεκρῶν οὓς ἀπέκτειναν ὕστερον τῆς πρώτης μάχης, ὅτε μετὰ τῶν Μαντινέων καὶ τῶν ὑποσπόνδων ξυνεξῇσαν ἄσπονδοι.1

第二天,一个使者从那些从奥尔佩逃往阿格拉伊斯人处的安布拉基亚人那里来到他们这里,请求收回在第一场战斗后被杀者的尸体。当时,他们与曼提尼亚人以及那些根据停战协定撤离的人一起离开,而他们自己并未达成停战协定。

§3.113.2

ἰδὼν δ’ ὁ κῆρυξ τὰ ὅπλα τῶν ἀπὸ τῆς πόλεως Ἀμπρακιωτῶν ἐθαύμαζε τὸ πλῆθος· οὐ γὰρ ᾔδει τὸ πάθος, ἀλλ’ ᾤετο τῶν μετὰ σφῶν εἶναι.

然而,当使者看到来自城里的安布拉基亚人的武器时,对其数量感到十分惊异;因为他并不知道发生了那场惨剧,而是以为这些武器属于和他们在一起的人。

§3.113.3

καί τις αὐτὸν ἤρετο ὅτι θαυμάζοι2 καὶ ὁπόσοι αὐτῶν τεθνᾶσιν, οἰόμενος αὖ ὁ ἐρωτῶν εἶναι τὸν κήρυκα ἀπὸ τῶν ἐν Ἰδομεναῖς. ὁ δ’ ἔφη διακοσίους μάλιστα. ὑπολαβὼν δ’ ὁ ἐρωτῶν εἶπεν ‘οὔκουν τὰ ὅπλα ταυτὶ φαίνεται, ἀλλὰ πλέον ἢ χιλίων.’ αὖθις δὲ εἶπεν ἐκεῖνος ‘οὐκ ἄρα τῶν μεθ’ ἡμῶν μαχομένων ἐστίν.’ ὁ δ’ ἀπεκρίνατο ‘εἴπερ γε ὑμεῖς ἐν Ἰδομενῇ χθὲς ἐμάχεσθε.’ ‘ἀλλ’ ἡμεῖς γε οὐδενὶ ἐμαχόμεθα χθές, ἀλλὰ πρῴην ἐν τῇ ἀποχωρήσει.’ ‘καὶ μὲν δὴ τούτοις γε ἡμεῖς χθὲς ἀπὸ τῆς πόλεως βοηθήσασι τῆς Ἀμπρακιωτῶν ἐμαχόμεθα.’

有人问他为何感到惊异,以及他们有多少人战死,而发问者也同样以为这个使者是来自伊多梅内的那些人。使者回答说:“大约两百人。”发问者打断他说:“可是,眼前的这些武器看起来不像两百人的,” “而更像是属于一千多人的。”那使者又说:“那么,这些就不是与我们一起战斗的人的武器了。”对方回答说:“如果你们昨天确实在伊多梅内战斗过的话,那就是他们的。”“但是我们昨天根本没有与任何人战斗,而是在前天撤退时战斗的。”“然而,我们昨天确实与这些从安布拉基亚城赶来增援的人战斗过。”

§3.113.5

ὁ δὲ κῆρυξ ὡς ἤκουσε καὶ ἔγνω ὅτι ἡ ἀπὸ τῆς πόλεως βοήθεια διέφθαρται, ἀνοιμώξας καὶ ἐκπλαγεὶς τῷ μεγέθει τῶν παρόντων κακῶν ἀπῆλθεν εὐθὺς ἄπρακτος καὶ οὐκέτι ἀπῄτει τοὺς νεκρούς.

使者听了这话,得知城里来的援军已全军覆没,便放声痛哭,对眼前灾难的巨大深感震惊,当即空手而回,不再请求领回尸体。

§3.113.6

πάθος γὰρ τοῦτο μιᾷ πόλει Ἑλληνίδι ἐν ἴσαις ἡμέραις3 μέγιστον δὴ τῶν κατὰ τὸν πόλεμον τόνδε ἐγένετο. καὶ ἀριθμὸν οὐκ ἔγραψα τῶν ἀποθανόντων, διότι ἄπιστον τὸ πλῆθος λέγεται ἀπολέσθαι ὡς πρὸς τὸ μέγεθος τῆς πόλεως. Ἀμπρακίαν4 μέντοι οἶδα ὅτι, εἰ ἐβουλήθησαν Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι Ἀθηναίοις καὶ Δημοσθένει πειθόμενοι ἐξελεῖν, αὐτοβοεὶ ἂν εἷλον· νῦν δ’ ἔδεισαν μὴ οἱ Ἀθηναῖοι ἔχοντες αὐτὴν χαλεπώτεροι σφίσι πάροικοι ὦσιν.

因为这是在这场战争中,在同等天数内发生在一个希腊城市身上的最大惨剧。我没有记下死者的具体人数,因为据说死者人数之多,与该城市的规模相比是令人难以置信的。然而,我知道,如果阿卡纳尼亚人和安菲洛希亚人听从雅典人和德摩斯梯尼的劝告,决意攻取安布拉基亚,他们只需呐喊一声即可将其占领;但如今他们害怕雅典人占领该城后,会成为对他们而言更难对付的邻国。

语法注4 条
  1. 3.113.1ἄσπονδοι

    形容词 ἄσπονδοι(未达成停战协定地)作为 ξυνεξῇσαν 的主语(安布拉基亚人)的谓语性形容词,用于强调他们并非如曼提尼亚人那般在停战协定(ὑποσπόνδων)的保护下正式撤离,而是单方面、无条约保护地随行撤退。

  2. 3.113.3ὅτι θαυμάζοι

    此处的 ὅτι 实际上是对应于直接疑问词 τί(为什么/什么)的间接疑问代词 ὅ τι,引导间接疑问句。希求法动词 θαυμάζοι 是由于过去时主句动词 ἤρετο 而在间接引语中产生的斜格希求法(oblique optative)。

  3. 3.113.6ἐν ἴσαις ἡμέραις

    字面意思是“在同等的天数内”,但在本处作为一个惯用语,表示“在如此短的时间内”或“在短短几天之内”。

  4. 3.113.6Ἀμπρακίαν

    这是先行对格(prolepsis)。虽然它在语法上被置于主句动词 οἶδα 的直接宾语位置,但在逻辑和结构上,它作为 ὅ提 从句中条件句主句动词 εἷλον 的直接宾语起作用。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.113.1-3.113.6