- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.11.1-3.11.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
米蒂利尼使者解释说,在雅典采取分步瓦解盟友的巧妙策略中,他们之所以能保持名义上的独立,仅是由于暂时的有利条件、自身的海军力量以及奉承讨好,若非战争爆发,他们迟早也会被奴役。
καὶ εἰ μὲν αὐτόνομοι ἔτι ἦμεν ἅπαντες, βεβαιότεροι ἂν ἡμῖν ἦσαν μηδὲν νεωτεριεῖν·1 ὑποχειρίους δὲ ἔχοντες τοὺς πλείους, ἡμῖν δὲ ἀπὸ τοῦ ἴσου ὁμιλοῦντες, χαλεπώτερον εἰκότως ἔμελλον οἴσειν καὶ πρὸς τὸ πλέον ἤδη εἶκον τοῦ ἡμετέρου ἔτι μόνου ἀντισουμένου,2 ἄλλως τε καὶ ὅσῳ δυνατώτεροι αὐτοὶ αὑτῶν ἐγίγνοντο καὶ ἡμεῖς ἐρημότεροι.
“而且,如果我们大家仍然保持独立,我们本可以更确信他们不会进行任何变革;但是,他们既然已经控制了大多数人,却只与我们平等相待,他们自然会觉得这更难容忍,尤其是因为其他人在他们更大的力量面前已经屈服,而唯独我们这一方依然在平等对峙;特别是随着他们自身变得比过去更强大,而我们变得更加孤立,情况就更是如此。
τὸ δὲ ἀντίπαλον δέος μόνον πιστὸν ἐς ξυμμαχίαν· ὁ γὰρ παραβαίνειν τι βουλόμενος τῷ μὴ προύχων ἂν ἐπελθεῖν3 ἀποτρέπεται.
因为只有相互的恐惧才是同盟中唯一的信义基础;因为那企图背约的人,会因无法以优势力量发起进攻而打消念头。
αὐτόνομοί τε ἐλείφθημεν οὐ δι’ ἄλλο τι ἢ ὅσον αὐτοῖς ἐς τὴν ἀρχὴν εὐπρεπείᾳ τε λόγου καὶ γνώμης μᾶλλον ἐφόδῳ ἢ ἰσχύος τὰ πράγματα ἐφαίνετο καταληπτά.
我们之所以被允许保持独立,没有别的原因,只是因为在他们看来,为了他们的统治,通过冠冕堂皇的言辞和智谋的途径,比通过武力更容易掌控局势。
ἅμα μὲν γὰρ μαρτυρίῳ ἐχρῶντο μὴ ἂν τούς γε ἰσοψήφους ἄκοντας, εἰ μή τι ἠδίκουν οἷς ἐπῇσαν, ξυστρατεύειν· ἐν τῷ αὐτῷ δὲ καὶ τὰ κράτιστα4 ἐπί τε τοὺς ὑποδεεστέρους πρώτους ξυνεπῆγον καὶ τὰ τελευταῖα λιπόντες τοῦ ἄλλου περιῃρημένου ἀσθενέστερα ἔμελλον ἕξειν.
因为他们同时也在利用我们作为证据,表明那些拥有平等投票权的人,除非他们所进攻的对象有错,否则绝不会违心地随同出征;与此同时,他们通过先带领最强大的人去共同进攻较弱的人,并将最强大的人留到最后,从而企图在其他人被剥夺干净之后,使这些最强大的人变得更为软弱,以此来收拾他们。
εἰ δὲ ἀφ’ ἡμῶν ἤρξαντο, ἐχόντων ἔτι τῶν πάντων αὐτῶν τε ἰσχὺν καὶ πρὸς ὅτι χρὴ στῆναι, οὐκ ἂν ὁμοίως ἐχειρώσαντο.
如果他们先从我们下手,在大家仍保有各自的力量且有所依靠的时候,他们就无法如此轻易地征服我们了。
τό τε ναυτικὸν ἡμῶν παρεῖχέ τινα φόβον μή ποτε καθ’ ἓν γενόμενον ἢ ὑμῖν ἢ ἄλλῳ τῳ προσθέμενον κίνδυνον σφίσι παράσχῃ.
此外,我们的海军也给他们带来了一些恐惧,担心我们有朝一日会联合起来,或者投靠你们或其他人,从而给他们带来危险。
τὰ δὲ καὶ ἀπὸ θεραπείας τοῦ τε κοινοῦ αὐτῶν καὶ τῶν αἰεὶ προεστώτων περιεγιγνόμεθα.
而且,我们能在一定程度上幸存下来,也是由于我们讨好了他们的公众以及当时的掌权者。
οὐ μέντοι ἐπὶ πολύ γ’ ἂν ἐδοκοῦμεν δυνηθῆναι,5 εἰ μὴ ὁ πόλεμος ὅδε κατέστη, παραδείγμασι χρώμενοι τοῖς ἐς τοὺς ἄλλους.
然而,以发生在其他人身上的事为前车之鉴,若非这场战争爆发,我们恐怕是无法长久维持下去的。”
- 3.11.1βεβαιότεροι ἂν ἡμῖν ἦσαν μηδὲν νεωτεριεῖν
这是对应于虚拟条件从句 εἰ... ἦμεν 的主句。 ἦσαν ἄν 的主语是雅典人, ἡμῖν 是关系与格(“对我们而言”)。不定式 μηδὲν νεωτεριεῖν 作为形容词 βεβαιότεροι 的限定或解释(“在不进行任何变革方面”),整句意为“我们本可以更确信他们不会进行任何变革”。
- 3.11.1πρὸς τὸ πλέον ἤδη εἶκον τοῦ ἡμετέρου ἔτι μόνου ἀντισουμένου
πρὸς τὸ πλέον ἤδη εἶκον 意为“与已经屈服的多数(即其他盟友)相比”。 τοῦ ἡμετέρου ἔτι μόνου ἀντισουμένου 是属格独立结构,其中 τὸ ἡμέτερον 指代“我们这一方”(米蒂利尼,或包括希俄斯在内仅存的独立盟友),意为“在唯独我们这一方依然在平等对峙的情况下”。
- 3.11.2τῷ μὴ προύχων ἂν ἐπελθεῖν
这是一个由中性冠词与格 τῷ 和带 ἄν 的不定式短语(μὴ προύχων 满足 ἂν ἐπελθεῖν)构成的手段或原因与格结构。助词 ἄν 修饰不定式 ἐπελθεῖν,表示潜在语气。由于主语一致,分词 προύχων(“处于优势”)采用主格。整句意为“因为无法以优势力量发起进攻(而被震慑)”。
- 3.11.4τὰ κράτιστα
中性复数形容词 τὰ κράτιστα(“最强大的[力量]”)在此作名词用,指盟友中最强大的势力(如米蒂利尼人和希俄斯人)。它是动词 ξυνεπῆγον(“共同带领去进攻”)的直接宾语,也同样是后面分词 λιπόντες(“留到最后”)的宾语。
- 3.11.8οὐ μέντοι ἐπὶ πολύ γ’ ἂν ἐδοκοῦμεν δυνηθῆναι
助词 ἄν 与不定式 δυνηθῆναι 结合(或修饰主句动词 ἐδοκοῦμεν 以构成潜在/虚拟主句),用以表达条件句“如果这场战争没有爆发”的后果。短语 ἐδοκοῦμεν ἂν δυνηθῆναι 意为“我们本不可能被认为能够持久生存”,表达了强烈的回顾性虚拟判断。
