- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.104.1-3.104.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
雅典人根据神谕彻底净化了德罗斯岛,并禁止在岛上出生或死亡。作者引用荷马的诗句证明该岛曾是伊奥尼亚人盛大祭典的举办地,并记述了雅典人重建这一竞技会(并首次增设赛马)的过程。
τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ Δῆλον ἐκάθηραν Ἀθηναῖοι κατὰ χρησμὸν δή τινα. ἐκάθηρε μὲν γὰρ καὶ Πεισίστρατος ὁ τύραννος πρότερον αὐτήν, οὐχ ἅπασαν, ἀλλ’ ὅσον ἀπὸ τοῦ ἱεροῦ ἐφεωρᾶτο τῆς νήσου·1 τότε δὲ πᾶσα ἐκαθάρθη τοιῷδε τρόπῳ.
在同一个冬季,雅典人根据某条神谕净化了德罗斯岛。因为僭主庇西特拉图以前也净化过它,但并非整座岛,而仅限于从神庙看得见的那部分岛屿;而这一次,整座岛是以如下方式被净化的。
θῆκαι ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν Δήλῳ, πάσας ἀνεῖλον, καὶ τὸ λοιπὸν προεῖπον μήτε ἐναποθνῄσκειν ἐν τῇ νήσῳ μήτε ἐντίκτειν, ἀλλ’ ἐς τὴν Ῥήνειαν διακομίζεσθαι. ἀπέχει δὲ ἡ Ῥήνεια τῆς Δήλου οὕτως ὀλίγον ὥστε Πολυκράτης ὁ Σαμίων τύραννος ἰσχύσας τινὰ χρόνον ναυτικῷ καὶ τῶν τε ἄλλων νήσων ἄρξας καὶ τὴν Ῥήνειαν ἑλὼν ἀνέθηκε2 τῷ Ἀπόλλωνι τῷ Δηλίῳ ἁλύσει δήσας πρὸς τὴν Δῆλον. καὶ τὴν πεντετηρίδα τότε πρῶτον μετὰ τὴν κάθαρσιν ἐποίησαν οἱ Ἀθηναῖοι τὰ Δήλια.
他们移除了德罗斯岛上所有死者的坟墓,并发出了此后既不得在岛上死去也不得在岛上生产、而应运往勒内亚岛的禁令。勒内亚岛距离德罗斯岛如此之近,以至于萨摩斯的僭主波利克拉特斯在凭借海军强盛一时的时期,统治了其他岛屿并攻克勒内亚后,用铁链将其与德罗斯岛连在一起,奉献给德罗斯的阿波罗。而正是在这次净化之后,雅典人首次确立了每四年一度的德罗斯祭典。
ἦν δέ ποτε καὶ τὸ πάλαι μεγάλη ξύνοδος ἐς τὴν Δῆλον τῶν Ἰώνων τε καὶ περικτιόνων νησιωτῶν· ξύν τε γὰρ γυναιξὶ καὶ παισὶν ἐθεώρουν, ὥσπερ νῦν ἐς τὰ Ἐφέσια Ἴωνες, καὶ ἀγὼν ἐποιεῖτο αὐτόθι καὶ γυμνικὸς καὶ μουσικός, χορούς τε ἀνῆγον αἱ πόλεις.
在古时候,曾有伊奥尼亚人以及周围岛屿居民在德罗斯岛的大型聚会;因为他们携妻子和儿女一同前往观光,就像现在的伊奥尼亚人去参加以弗所祭典一样,那里也举行体育和文艺的竞技,各城邦也派去合唱队。
δηλοῖ δὲ μάλιστα Ὅμηρος ὅτι τοιαῦτα ἦν ἐν τοῖς ἔπεσι τοῖσδε, ἅ ἐστιν ἐκ προοιμίου Ἀπόλλωνος· "ἀλλ’ ὅτε Δήλῳ, Φοῖβε, μάλιστά γε θυμὸν ἐτέρφθης, ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται σὺν σφοῖσιν τεκέεσσι γυναιξί τε σὴν ἐς ἀγυιάν· ἔνθα σε πυγμαχίῃ τε καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ μνησάμενοι τέρπουσιν, ὅταν καθέσωσιν ἀγῶνα."
而荷马在以下诗句中特别表明了这一情况,这些诗句出自《阿波罗赞歌》: “然而,福玻斯啊,当你在德罗斯岛最使心境愉悦之时, 长袍拖地的伊阿翁人便与他们的子女和妻子 一同聚集在你的街道上; 在那里,每当他们设立竞技时, 便以拳击、舞蹈和歌唱来怀念并使你欢欣。”
ὅτι δὲ καὶ μουσικῆς ἀγὼν ἦν καὶ ἀγωνιούμενοι ἐφοίτων ἐν τοῖσδε αὖ δηλοῖ, ἅ ἐστιν ἐκ τοῦ αὐτοῦ προοιμίου· τὸν γὰρ Δηλιακὸν χορὸν τῶν γυναικῶν ὑμνήσας ἐτελεύτα τοῦ ἐπαίνου ἐς τάδε τὰ ἔπη, ἐν οἷς καὶ ἑαυτοῦ ἐπεμνήσθη· "ἀλλ’ ἄγεθ᾽, ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν, χαίρετε δ’ ὑμεῖς πᾶσαι. ἐμεῖο δὲ καὶ μετόπισθε μνήσασθ᾽, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων ἐνθάδ’ ἀνείρηται ταλαπείριος ἄλλος ἐπελθών· ‘ὦ κοῦραι, τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;’ ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι3 ἀφήμως· ‘τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ.’"
而当时也举行音乐竞技、且有竞争者前往参赛,他又在以下诗句中予以表明,这些诗句同样出自该赞歌;因为他在赞美了妇女的德罗斯合唱队后,以下列诗句结束了他的赞美,在这些诗句中他也提到了自己: “然而,来吧,愿阿波罗与阿尔忒弥斯一同宽恕, 愿你们所有人安好。在以后, 每当尘世的人类中有谁,另一个饱经风霜的异乡人来到这里问道: ‘姑娘们啊,在常来此处的歌者中,谁是你们最喜爱的, 你们又最因谁而感到愉悦?’ 你们所有人便都要非常出色地、异口同声地回答: ‘一个盲人,他居住在崎岖的希奥斯岛上。’”
τοσαῦτα μὲν Ὅμηρος ἐτεκμηρίωσεν ὅτι ἦν καὶ τὸ πάλαι μεγάλη ξύνοδος καὶ ἑορτὴ ἐν τῇ Δήλῳ· ὕστερον δὲ τοὺς μὲν χοροὺς οἱ νησιῶται καὶ οἱ Ἀθηναῖοι μεθ’ ἱερῶν ἔπεμπον, τὰ δὲ περὶ τοὺς ἀγῶνας καὶ τὰ πλεῖστα κατελύθη ὑπὸ ξυμφορῶν, ὡς εἰκός, πρὶν δὴ οἱ Ἀθηναῖοι τότε τὸν ἀγῶνα ἐποίησαν4 καὶ ἱπποδρομίας, ὃ πρότερον οὐκ ἦν.
荷马以此提供了如此多的证据,证明古时候在德罗斯岛也曾有大型的聚会和祭典。但后来,虽然岛民和雅典人继续派遣伴随祭品的合唱队,但由于不幸的事件,竞技及大部分活动如常理般被废止了,直到此时雅典人重新设立了竞技会,并增加了以前所没有的赛马。
- 3.104.1ὅσον ἀπὸ τοῦ ἱεροῦ ἐφεωρᾶτο τῆς νήσου
ὅσον 是表示数量的关系代名词,充当被省略的先行词(指“岛屿的那一部分”)的修饰语,或者自身包含先行词,意为“……的部分”。τῆς νήσου 是限定 ὅσον 的部分属格,意为“在岛屿中,凡是看得见的部分”。
- 3.104.2ὥστε Πολυκράτης ὁ Σαμίων τύραννος... ἀνέθηκε
在由连词 ὥστε 引导的结果从句中,主动词采用直说法语过去时(ἀνέθηκε),以此强调这是一个在过去实际发生的历史事实,而非单纯的逻辑推论或可能性。此外,ἀνέθηκε 的直接宾语(“勒内亚岛”)因可从前文的分词短语 τὴν Ῥήνειαν ἑλὼν 中推知而被省略。
- 3.104.5ὑποκρίνασθαι
荷马引文(史诗-伊奥尼亚方言)中的“命令性不定词”(此处为不定过去时不定词)用法,用以代替命令句。其主语 ὑμεῖς(主格)被明确写出。
- 3.104.6πρὶν δὴ οἱ Ἀθηναῖοι τότε τὸν ἀγῶνα ἐποίησαν
连词 πρὶν 后接直说法语过去时,置于肯定的主句之后,表示“直到最后……”或“终于……”,指示了预期事件的实际实现或历史发展的转折点。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
