← 修昔底德

伯罗奔尼撒战争史

§3.103.1-3.103.3

雅典进攻伊内萨受挫与侵袭洛克里斯

雅典军及其盟友进攻伊内萨失败,在撤退时因叙拉古人的追击而遭受损失。随后拉刻斯率领雅典军登陆洛克里斯,击败了前来的洛克里斯增援部队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.103.1

οἱ δ’ ἐν τῇ Σικελίᾳ Ἀθηναῖοι τοῦ ἐπιγιγνομένου χειμῶνος ἐπελθόντες μετὰ τῶν Ἑλλήνων ξυμμάχων καὶ ὅσοι Σικελῶν κατὰ κράτος ἀρχόμενοι ὑπὸ Συρακοσίων καὶ ξύμμαχοι ὄντες ἀποστάντες αὐτοῖς1 [ἀπὸ Συρακοσίων] ξυνεπολέμουν, ἐπ᾽ Ἴνησσαν τὸ Σικελικὸν πόλισμα, οὗ τὴν ἀκρόπολιν Συρακόσιοι εἶχον, προσέβαλον, καὶ ὡς οὐκ ἐδύναντο ἑλεῖν, ἀπῇσαν.

在接下来的冬季,西西里的雅典人与他们的希腊盟友,以及所有那些曾被叙拉古人强力统治、本是其盟友但已[从叙拉古人那里]叛变并与他们一同作战的西西里人一同,进攻了西西里人的城镇伊内萨(其卫城由叙拉古人占领);但由于无法攻克,他们便撤退了。

§3.103.2

ἐν δὲ τῇ ἀναχωρήσει ὑστέροις Ἀθηναίων τοῖς ξυμμάχοις ἀναχωροῦσιν2 ἐπιτίθενται οἱ ἐκ τοῦ τειχίσματος Συρακόσιοι, καὶ προσπεσόντες τρέπουσί τε μέρος τι τοῦ στρατοῦ καὶ ἀπέκτειναν οὐκ ὀλίγους.

然而在撤退过程中,守卫城堡的叙拉古人袭击了那些落在雅典人后面退却的盟友,在击中他们后,击溃了这支军队的一部分,并杀死了不少人。

§3.103.3

καὶ μετὰ τοῦτο ἀπὸ τῶν νεῶν ὁ Λάχης καὶ οἱ Ἀθηναῖοι ἐς τὴν Λοκρίδα ἀποβάσεις τινὰς ποιησάμενοι κατὰ τὸν Καϊκῖνον ποταμὸν τοὺς προσβοηθοῦντας Λοκρῶν μετὰ Προξένου τοῦ Καπάτωνος ὡς τριακοσίους3 μάχῃ ἐκράτησαν καὶ ὅπλα λαβόντες ἀπεχώρησαν.

在此之后,拉刻斯和雅典人从船上对洛克里斯地区发起了一些登陆袭击,并在凯基努斯河畔的战斗中击败了在卡帕顿之子普罗克塞诺斯带领下前来增援的约三百名洛克里斯人,夺取了他们的武器后撤退。

语法注3 条
  1. 3.103.1αὐτοῖς

    与格代词 αὐτοῖς(与他们)指代主句的主语雅典人(οἱ ... Ἀθηναῖοι),作 ξυνεπολέμουν(共同作战)的宾语。虽然在位置上它较接近 Συρακοσίων(叙拉古人),但从上下文看,它必然指代雅典人。

  2. 3.103.2ὑστέροις Ἀθηναίων τοῖς ξυμμάχοις ἀναχωροῦσιν

    整个与格短语是动词 ἐπιτίθενται(袭击)的宾语。Ἀθηναίων 是比较属格,修饰具有比较意义的形容词 ὑστέροις(较迟、在后),说明了撤退时的队形,即盟友紧随雅典人之后退却。

  3. 3.103.3τοὺς προσβοηθοῦντας Λοκρῶν ... ὡς τριακοσίους

    Λοκρῶν 是部分属格,修饰名词化的分词 τοὺς προσβοηθοῦντας(前来增援的人)。ὡς 用在数词前表示“大约”,宾格的 τριακοσίους(三百人)作为动词 ἐκράτησαν(击败)的直接宾语,与该分词短语同格。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.103.1-3.103.3