- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:3.101.1-3.101.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
在德尔斐集结后的斯巴达将领埃乌吕洛科斯,为了确保前往诺帕克托斯的通路,与奥佐拉洛克里斯人展开交涉,并在阿姆菲萨人的协助下获取了多数部落的人质,同时以武力迫使抗拒的部落服从。
ξυλλεγέντος δὲ τοῦ στρατεύματος ἐς Δελφοὺς ἐπεκηρυκεύετο Εὐρύλοχος Λοκροῖς τοῖς Ὀζόλαις· διὰ τούτων γὰρ ἡ ὁδὸς ἦν ἐς Ναύπακτον, καὶ ἅμα τῶν Ἀθηναίων1 ἐβούλετο ἀποστῆσαι αὐτούς.
军队在德尔斐集结后,埃乌吕洛科斯向奥佐拉的洛克里斯人派遣使者进行交涉;因为前往诺帕克托斯的道路经过他们的领土,同时他也希望使他们脱离雅典人。
ξυνέπρασσον δὲ μάλιστα αὐτῷ τῶν Λοκρῶν Ἀμφισσῆς διὰ τὸ τῶν Φωκέων2 ἔχθος δεδιότες· καὶ αὐτοὶ πρῶτοι δόντες ὁμήρους καὶ τοὺς ἄλλους ἔπεισαν δοῦναι φοβουμένους τὸν ἐπιόντα στρατόν, πρῶτον μὲν οὖν τοὺς ὁμόρους αὐτοῖς Μυονέας (ταύτῃ γὰρ δυσεσβολώτατος ἡ Λοκρίς), ἔπειτα Ἰπνέας καὶ Μεσσαπίους καὶ Τριταιέας καὶ Χαλαίους καὶ Τολοφωνίους καὶ Ἡσσίους καὶ Οἰανθέας. οὗτοι καὶ ξυνεστράτευον πάντες. Ὀλπαῖοι δὲ ὁμήρους μὲν ἔδοσαν, ἠκολούθουν δὲ οὔ· καὶ Ὑαῖοι οὐκ ἔδοσαν ὁμήρους πρὶν αὐτῶν εἷλον κώμην3 Πόλιν ὄνομα ἔχουσαν.
在洛克里斯人当中,阿姆菲萨人最为积极地与他合作,因为他们因与福基斯人的敌对关系而感到恐惧;他们自己最先交出人质,并说服其他因害怕来犯军队的人也交出人质。首先是与他们接壤的米奥内斯人(因为洛克里斯从此地最难入侵),然后是伊普内斯人、梅萨皮奥斯人、特里泰亚斯人、哈莱奥斯人、托洛福尼奥斯人、赫西奥斯人和奥安塞亚斯人。这些部落全都一同参战。然而,奥尔帕亚斯人虽然交出了人质,却并未随同参战;而许亚亚斯人直到对方攻占了他们一座名叫“波利斯”的村庄后,才交出人质。
- 3.101.1τῶν Ἀθηναίων
充当与动词 ἀποστῆσαι(使脱离、使离反)连用的分离属格,表示脱离的对象,意为“使他们脱离雅典人”。
- 3.101.2τῶν Φωκέων
充当名词 ἔχθος(敌意、不和)的宾格性属格,意为“对福基斯人的敌意”。虽然在语法上也可以理解为主格性属格(福基斯人所抱有的敌意),但在与邻近的福基斯人长期不和的背景下,理解为宾格性属格以表明阿姆菲萨人对福基斯人的敌视和畏惧更为自然。
- 3.101.2πρὶν αὐτῶν εἷλον κώμην
由于主句是否定句(οὐκ ἔδοσαν)且指代过去特定的事实(εἷλον,“攻占”),接续词 πρὶν 接直说过去式,表示“直到……才……”或“在……之前一直没有……”。
