← 修昔底德

伯罗奔尼撒战争史

§2.79.1-2.79.7

雅典军队在斯帕托鲁斯的惨败

雅典军队对色雷斯地区的卡尔基迪亚人发起远征,但遭到敌方骑兵和轻装增援部队的重创,最终大败撤退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.79.1

τοῦ δ’ αὐτοῦ θέρους καὶ ἅμα τῇ τῶν Πλαταιῶν ἐπιστρατείᾳ Ἀθηναῖοι δισχιλίοις ὁπλίταις ἑαυτῶν καὶ ἱππεῦσι διακοσίοις ἐπεστράτευσαν ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης καὶ Βοττιαίους ἀκμάζοντος τοῦ σίτου· ἐστρατήγει δὲ Ξενοφῶν ὁ Εὐριπίδου τρίτος αὐτός.1

在同一年夏天,且正当对普拉提亚远征之时,雅典人趁着庄稼成熟的季节,率领己方的两千名重装步兵和两百名骑兵,对色雷斯沿海地区的卡尔基迪亚人以及波提亚人发动了远征。将领是欧里庇得斯之子色诺芬,他是三位指挥官之一。

§2.79.2

ἐλθόντες δὲ ὑπὸ Σπάρτωλον τὴν Βοττικὴν τὸν σῖτον διέφθειραν. ἐδόκει δὲ καὶ προσχωρήσειν ἡ πόλις2 ὑπό τινων ἔνδοθεν πρασσόντων. προσπεμψάντων δὲ ἐς Ὄλυνθον τῶν οὐ ταὐτὰ βουλομένων ὁπλῖταί τε ἦλθον καὶ στρατιὰ ἐς φυλακήν· ἧς ἐπεξελθούσης ἐκ τῆς Σπαρτώλου ἐς μάχην καθίστανται οἱ Ἀθηναῖοι ὑπ’ αὐτῇ τῇ πόλει.

他们抵达波提亚的斯帕尔托洛斯城下,并毁坏了庄稼。由于城内有人暗中串通,该城似乎行将投降。但由于反对投降的人派人前往奥林索斯,于是一支重装步兵和军队赶来防守。当这支守军从斯帕尔托洛斯出城迎击时,雅典人便在城墙下与他们展开了交战。

§2.79.3

καὶ οἱ μὲν ὁπλῖται τῶν Χαλκιδέων καὶ ἐπίκουροί τινες μετ’ αὐτῶν νικῶνται ὑπὸ τῶν Ἀθηναίων καὶ ἀναχωροῦσιν ἐς τὴν Σπάρτωλον, οἱ δὲ ἱππῆς τῶν Χαλκιδέων καὶ ψιλοὶ νικῶσι τοὺς τῶν Ἀθηναίων ἱππέας καὶ ψιλούς·

卡尔基迪亚人的重装步兵以及与之协同作战的一些辅助部队被雅典人击败,退回斯帕尔托洛斯城内;但卡尔基迪亚人的骑兵和轻装步兵却击败了雅典人的骑兵和轻装步兵。

§2.79.4

εἶχον δέ τινας οὐ πολλοὺς πελταστὰς ἐκ τῆς Κρουσίδος γῆς καλουμένης. ἄρτι δὲ τῆς μάχης γεγενημένης ἐπιβοηθοῦσιν ἄλλοι πελτασταὶ ἐκ τῆς Ὀλύνθου.

他们拥有一些来自所谓克鲁西斯地区的轻盾兵,人数并不多。就在战斗刚刚结束时,又有其他的轻盾兵从奥林索斯赶来增援。

§2.79.5

καὶ οἱ ἐκ τῆς Σπαρτώλου ψιλοὶ ὡς εἶδον, θαρσήσαντες τοῖς τε προσγιγνομένοις καὶ ὅτι πρότερον οὐχ ἥσσηντο,3 ἐπιτίθενται αὖθις μετὰ τῶν Χαλκιδέων ἱππέων καὶ τῶν προσβοηθησάντων τοῖς Ἀθηναίοις· καὶ ἀναχωροῦσι πρὸς τὰς δύο τάξεις ἃς κατέλιπον παρὰ τοῖς σκευοφόροις.

斯帕尔托洛斯的轻装兵见此情景,因增援力量的到达以及之前并未战败而勇气大增,便与卡尔基迪亚人的骑兵及增援部队一起,再次向雅典人发起进攻;雅典人被迫向他们留在行李车队旁守卫的两支部队退却。

§2.79.6

καὶ ὁπότε μὲν ἐπίοιεν οἱ Ἀθηναῖοι, ἐνεδίδοσαν, ἀναχωροῦσι δ’ ἐνέκειντο4 καὶ ἐσηκόντιζον. οἵ τε ἱππῆς τῶν Χαλκιδέων προσιππεύοντες ᾗ δοκοίη προσέβαλλον, καὶ οὐχ ἥκιστα φοβήσαντες ἔτρεψαν τοὺς Ἀθηναίους καὶ ἐπεδίωξαν ἐπὶ πολύ.

每当雅典人发起冲锋,他们便往后退让;而当雅典人退却时,他们便紧逼上去,投掷标枪。卡尔基迪亚人的骑兵也乘马逼近,在他们认为合适的地方发起冲击,给雅典人造成了极大的恐慌,使其溃败,并追击了很远。

§2.79.7

καὶ οἱ μὲν Ἀθηναῖοι ἐς τὴν Ποτείδαιαν καταφεύγουσι, καὶ ὕστερον τοὺς νεκροὺς ὑποσπόνδους κομισάμενοι ἐς τὰς Ἀθήνας ἀναχωροῦσι τῷ περιόντι τοῦ στρατοῦ· ἀπέθανον δὲ αὐτῶν τριάκοντα καὶ τετρακόσιοι καὶ οἱ στρατηγοὶ πάντες. οἱ δὲ Χαλκιδῆς καὶ Βοττιαῖοι τροπαῖόν τε ἔστησαν καὶ τοὺς νεκροὺς τοὺς αὑτῶν ἀνελόμενοι διελύθησαν κατὰ πόλεις.

雅典人逃往波提狄亚,随后在休战协定下收回了尸体,带着残部返回了雅典。他们损失了四百三十人,且将领全部阵亡。卡尔基迪亚人和波提亚人则树立了胜利纪念碑,收回了自己一方的尸体,并各自返回了自己的城邦。

语法注4 条
  1. 2.79.1τρίτος αὐτός

    意为“他本人及另外两人”,这是一种习惯用法,表示他与其他两位将领共同担任指挥。

  2. 2.79.2ἐδόκει δὲ καὶ προσχωρήσειν ἡ πόλις

    这是一个“主格加不定词”结构(nominative with infinitive),其中未来不定词 προσχωρήσειν 的逻辑主语 ἡ πόλις 被提升为支配动词 ἐδόκει 的语法主语。

  3. 2.79.5θαρσήσαντες τοῖς τε προσγιγνομένοις καὶ ὅτι πρότερον οὐχ ἥσσηντο

    表示原因的分词 θαρσήσαντες 支配两个通过 τε... καί 并列的原因成分:与格名词短语 τοῖς προσγιγνομένοις(“由于加入的人”)和由 ὅτι 引导的名词从句。

  4. 2.79.6ὁπότε μὲν ἐπίοιεν ... ἐνεδίδοσαν, ἀναχωροῦσι δ’ ἐνέκειντο

    该句式用于表达过去经常重复发生的动作,在时间从句中采用希求法(ἐπίοιεν),而在主句中采用未完成过去时(ἐνεδίδοσαν, ἐνέκειντο),意为“每当……时就……”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.79.1-2.79.7