- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.78.1-2.78.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-23
伯罗奔尼撒军在火攻失败后,完成了对普拉提亚的包围墙建设并撤军,仅留下守备队,文中并详细记载了城内留守的被围困人员的构成和人数。
οἱ δὲ Πελοποννήσιοι ἐπειδὴ καὶ τούτου διήμαρτον, μέρος μέν τι καταλιπόντες τοῦ στρατοῦ, τὸ δὲ πλέον ἀφέντες περιετείχιζον τὴν πόλιν κύκλῳ, διελόμενοι κατὰ πόλεις τὸ χωρίον· τάφρος δὲ ἐντός τε ἦν καὶ ἔξωθεν ἐξ ἧς ἐπλινθεύσαντο.1
伯罗奔尼撒人在此次尝试中也失败后,便留下了一部分军队,而让其余的大多数人离去,开始在城市周围修建包围墙,并将修建地段按各个城邦进行了分配。在包围墙的内侧和外侧都有一条壕沟,他们就是用从壕沟中掘出的泥土制作砖块的。
καὶ ἐπειδὴ πᾶν ἐξείργαστο περὶ ἀρκτούρου ἐπιτολάς,2 καταλιπόντες φυλακὰς τοῦ ἡμίσεος τείχους (τὸ δὲ ἥμισυ Βοιωτοὶ ἐφύλασσον) ἀνεχώρησαν τῷ στρατῷ3 καὶ διελύθησαν κατὰ πόλεις.
到了大角星升起的时候,全部工程已经完工,他们留下了守卫半边城墙的守备队(另外半边由波奥蒂亚人守卫),便率军撤退,并各自返回自己的城邦。
Πλαταιῆς δὲ παῖδας μὲν καὶ γυναῖκας καὶ τοὺς πρεσβυτάτους τε καὶ πλῆθος τὸ ἀχρεῖον τῶν ἀνθρώπων πρότερον ἐκκεκομισμένοι ἦσαν4 ἐς τὰς Ἀθήνας, αὐτοὶ δὲ ἐπολιορκοῦντο ἐγκαταλελειμμένοι τετρακόσιοι, Ἀθηναίων δὲ ὀγδοήκοντα, γυναῖκες δὲ δέκα καὶ ἑκατὸν σιτοποιοί.
而普拉提亚人此前已将妇女、儿童、最年长的人以及其他无战斗力的群众安全转移到了雅典;留下来被围困的他们自己有四百人,另外还有八十名雅典人,以及一百一十名负责烤面包的妇女。
τοσοῦτοι ἦσαν οἱ ξύμπαντες ὅτε ἐς τὴν πολιορκίαν καθίσταντο, καὶ ἄλλος οὐδεὶς ἦν ἐν τῷ τείχει οὔτε δοῦλος οὔτ’ ἐλεύθερος. τοιαύτη μὲν ἡ Πλαταιῶν πολιορκία κατεσκευάσθη.
当他们开始处于被包围状态时,总人数就是这么多,城墙之内再没有别人,无论是奴隶还是自由人。普拉提亚的包围圈就这样建立起来了。
- 2.78.1ἐξ ἧς ἐπλινθεύσαντο
关系代词 ἧς 的先行词是单数阴性名词 τάφρος(壕沟)。介词 ἐξ(自……)表示材料的来源,即利用从挖壕沟中掘出的泥土作为制作砖块的原料。动词 ἐπλινθεύσαντο 为中动态,意为“(为自己)制作砖块”。
- 2.78.2περὶ ἀρκτούρου ἐπιτολάς
直译为“在大角星(牧夫座α星)升起的时候”。这是古希腊用于指示季节(尤其是秋分开始、即九月中旬左右)的惯用天文时间表达法。
- 2.78.2ἀνεχώρησαν τῷ στρατῷ
与格名词 τῷ στρατῷ 是伴随与格。这是军事语境中常用的表达,用以表示指挥官带领的兵力,意为“率军撤退”。
- 2.78.3ἐκκεκομισμένοι ἦσαν
动词 ἐκκομίζω 的直陈式过去完成时中/被动态。此处具有中动态(或能动、使役)的含义,意为“(为了自己的安全)此前已将非战斗人员转移到雅典”,表示在围攻开始前就已经完成的状态。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
