← 修昔底德

伯罗奔尼撒战争史

§2.68.1-2.68.9

阿姆菲洛基亚阿哥斯的历史与安布拉基亚人远征

以安布拉基亚人远征阿姆菲洛基亚的阿哥斯为契机,详细叙述了该城的创建历史、与安布拉基亚人的冲突以及随后与雅典和阿卡纳尼亚人结盟的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.68.1

κατὰ δὲ τοὺς αὐτοὺς χρόνους, τοῦ θέρους τελευτῶντος, καὶ Ἀμπρακιῶται αὐτοί τε καὶ τῶν βαρβάρων πολλοὺς ἀναστήσαντες1 ἐστράτευσαν ἐπ’ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ τὴν ἄλλην Ἀμφιλοχίαν.

与此同时,在夏天结束时,安布拉基亚人自己以及他们所动员的许多蛮族,向阿姆菲洛基亚的阿哥斯及阿姆菲洛基亚的其他地区发动了远征。

§2.68.2

ἔχθρα δὲ πρὸς τοὺς Ἀργείους ἀπὸ τοῦδε αὐτοῖς ἤρξατο πρῶτον γενέσθαι.

他们对阿哥斯人的敌意,最初是由以下原因开始产生的。

§2.68.3

Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀμφιλοχίαν τὴν ἄλλην ἔκτισε μὲν μετὰ τὰ Τρωικὰ οἴκαδε ἀναχωρήσας καὶ οὐκ ἀρεσκόμενος τῇ ἐν Ἄργει καταστάσει Ἀμφίλοχος ὁ Ἀμφιάρεω ἐν τῷ Ἀμπρακικῷ κόλπῳ, ὁμώνυμον τῇ ἑαυτοῦ πατρίδι Ἄργος ὀνομάσας2 (καὶ ἦν ἡ πόλις αὕτη μεγίστη τῆς Ἀμφιλοχίας καὶ τοὺς δυνατωτάτους εἶχεν οἰκήτορας), ὑπὸ ξυμφορῶν δὲ πολλαῖς γενεαῖς ὕστερον πιεζόμενοι Ἀμπρακιώτας ὁμόρους ὄντας τῇ Ἀμφιλοχικῇ ξυνοίκους ἐπηγάγοντο, καὶ ἡλληνίσθησαν τὴν νῦν γλῶσσαν3 τότε πρῶτον ἀπὸ τῶν Ἀμπρακιωτῶν ξυνοικησάντων· οἱ δὲ ἄλλοι Ἀμφίλοχοι βάρβαροί εἰσιν.

阿姆菲洛基亚的阿哥斯和阿姆菲洛基亚的其他地区,是阿姆菲亚拉奥斯之子阿姆菲洛科斯在特洛伊战争后返回家乡时,因不满阿哥斯的局势而于安布拉基亚湾创建的,并以自己的祖国之名为其命名为阿哥斯。(而这座城市是阿姆菲洛基亚最大的一座,并拥有最强大的居民。)但是,在许多代之后,他们因遭受灾祸而陷入困境,便邀请邻近的安布拉基亚人作为共同居住者。正是从那时起,由于与安布拉基亚人共同居住,他们才第一次学会了现在使用的希腊语言。而其他的阿姆菲洛基亚人则是蛮族。

§2.68.6

ἐκβάλλουσιν οὖν τοὺς Ἀργείους οἱ Ἀμπρακιῶται χρόνῳ καὶ αὐτοὶ ἴσχουσι τὴν πόλιν.

因此,随着时间的推移,安布拉基亚人驱逐了阿哥斯人,并自己占领了这座城市。

§2.68.7

οἱ δ’ Ἀμφίλοχοι γενομένου τούτου διδόασιν ἑαυτοὺς Ἀκαρνᾶσι,4 καὶ προσπαρακαλέσαντες ἀμφότεροι Ἀθηναίους, οἳ αὐτοῖς Φορμίωνά τε στρατηγὸν ἔπεμψαν καὶ ναῦς τριάκοντα, ἀφικομένου [δὲ] τοῦ Φορμίωνος αἱροῦσι κατὰ κράτος Ἄργος καὶ τοὺς Ἀμπρακιώτας ἠνδραπόδισαν, κοινῇ τε ᾤκισαν αὐτὸ Ἀμφίλοχοι καὶ Ἀκαρνᾶνες.

这件事发生后,阿姆菲洛基亚人归顺了阿卡纳尼亚人,双方共同向雅典人请求援助。雅典人派去了将军福尔米翁和三十艘船。福尔米翁抵达后,他们合力攻克了阿哥斯,并将安布拉基亚人降为奴隶,由阿姆菲洛基亚人和阿卡纳尼亚人共同在此居住。

§2.68.8

μετὰ δὲ τοῦτο ἡ ξυμμαχία πρῶτον ἐγένετο Ἀθηναίοις καὶ Ἀκαρνᾶσιν.

在此之后,雅典人与阿卡纳尼亚人之间首次结成了同盟。

§2.68.9

οἱ δὲ Ἀμπρακιῶται τὴν μὲν ἔχθραν ἐς τοὺς Ἀργείους ἀπὸ τοῦ ἀνδραποδισμοῦ σφῶν αὐτῶν πρῶτον ἐποιήσαντο, ὕστερον δὲ ἐν τῷ πολέμῳ τήνδε τὴν στρατείαν ποιοῦνται αὑτῶν τε καὶ Χαόνων καὶ ἄλλων τινῶν τῶν πλησιοχώρων βαρβάρων· ἐλθόντες τε πρὸς τὸ Ἄργος τῆς μὲν χώρας ἐκράτουν, τὴν δὲ πόλιν ὡς οὐκ ἐδύναντο ἑλεῖν προσβαλόντες, ἀπεχώρησαν ἐπ’ οἴκου καὶ διελύθησαν κατὰ ἔθνη. τοσαῦτα μὲν ἐν τῷ θέρει ἐγένετο.

安布拉基亚人对阿哥斯人的敌意最初源于他们自己被降为奴隶一事,后来在这次战争中,他们动员了自己、哈奥尼亚人以及其他一些邻近的蛮族进行了这次远征。他们来到阿哥斯,控制了该地乡村,但由于在进攻城市时未能攻克,便撤回了家园,并按部族各自解散。夏天发生的事情就是这些。

语法注4 条
  1. 2.68.1τῶν βαρβάρων πολλοὺς ἀναστήσαντες

    动词 ἀνίστημι 的第一不定过去时主动分词 ἀναστήσαντες 在此作使役用法,意为“使许多蛮族(从其居住地)站起来随行”,即“动员”。

  2. 2.68.3ὁμώνυμον τῇ ἑαυτοῦ πατρίδι Ἄργος ὀνομάσας

    形容词 ὁμώνυμον 为中性单数宾格,与直接宾语专有名词 Ἄργος 呈同位关系,构成了双重宾格结构,意为“将其命名为与自己祖国同名的阿哥斯”。

  3. 2.68.5ἡλληνίσθησαν τὴν νῦν γλῶσσαν

    被动语态的 ἡλληνίσθησαν 在此处具有主动或中动意义,意为“学会了说希腊语”。宾格的 τὴν νῦν γλῶσσαν 起到关系宾格或同族宾格的作用,用于限定其希腊化的具体内容(即语言)。

  4. 2.68.7διδόασιν ἑαυτοὺς Ἀκαρνᾶσι

    διδόασιν 是 δίδωμι 的现在时主动第三人称复数形式。字面意思是“将他们自己给予阿卡纳尼亚人”,这是一种习惯表达,意为在政治和军事上“归顺”或“寻求庇护”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.68.1-2.68.9