← 修昔底德

伯罗奔尼撒战争史

§2.60.1-2.60.7

城邦整体利益与伯里克利的领袖资质

伯里克利在公民大会演说的开篇中表示,市民的愤怒本在他的意料之中,并论证城邦整体的命运决定着个人的幸福。他进一步阐明了自己作为领导者无可比拟的优秀品质,并提醒公民们当初是他们自己决定进行这场战争的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.60.1

‘καὶ προσδεχομένῳ μοι1 τὰ τῆς ὀργῆς ὑμῶν ἔς με γεγένηται (αἰσθάνομαι γὰρ τὰς αἰτίας) καὶ ἐκκλησίαν τούτου ἕνεκα ξυνήγαγον, ὅπως ὑπομνήσω καὶ μέμψωμαι εἴ τι μὴ ὀρθῶς ἢ ἐμοὶ χαλεπαίνετε ἢ ταῖς ξυμφοραῖς εἴκετε.

“你们对我产生的愤怒,正是在我意料之中的(因为我察觉到了这些指责的原因),我正是为了这个目的召集了公民大会,以便在你们有什么不对的地方——无论是向我发怒还是向不幸屈服——时提醒并责备你们。

§2.60.2

ἐγὼ γὰρ ἡγοῦμαι πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἁθρόαν δὲ σφαλλομένην.2

因为我认为,一个整体上健全的国家,比起那些虽然个体市民富足但整体上衰败的国家,更能造福于个人。

§2.60.3

καλῶς μὲν γὰρ φερόμενος ἀνὴρ τὸ καθ’ ἑαυτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧσσον ξυναπόλλυται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασῴζεται.

事实上,一个在个人事务中顺遂的人,如果祖国走向毁灭,他也同样会一同灭亡;而在一个繁荣的国家里遭遇不幸的人,则要容易得多地获得拯救。

§2.60.4

ὁπότε οὖν πόλις μὲν τὰς ἰδίας ξυμφορὰς οἵα τε φέρειν, εἷς δ’ ἕκαστος τὰς ἐκείνης ἀδύνατος, πῶς οὐ χρὴ πάντας ἀμύνειν αὐτῇ, καὶ μὴ ὃ νῦν ὑμεῖς δρᾶτε·3 ταῖς κατ’ οἶκον κακοπραγίαις ἐκπεπληγμένοι τοῦ κοινοῦ τῆς σωτηρίας ἀφίεσθε, καὶ ἐμέ τε τὸν παραινέσαντα πολεμεῖν καὶ ὑμᾶς αὐτοὺς οἳ ξυνέγνωτε δι’ αἰτίας ἔχετε.

因此,既然国家能够承担个人的不幸,而个人却无法承担国家的灾难,那我们怎能不全体共同去保卫她,而不是像你们现在所做的那样?你们因家庭的私事遭遇不幸而惊慌失措,放弃了对共同体拯救的努力,并且指责劝说你们进行战争的我,以及同意了这一决定的你们自己。

§2.60.5

καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.

然而,你们却向我这样的人发怒,而我认为自己在看清所需行之事并将其阐明方面不亚于任何人,同时我热爱城邦,且对金钱无所渴求。

§2.60.6

ὅ τε γὰρ γνοὺς καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη· ὅ τε ἔχων ἀμφότερα, τῇ δὲ πόλει δύσνους, οὐκ ἂν ὁμοίως τι οἰκείως φράζοι· προσόντος δὲ καὶ τοῦδε,4 χρήμασι δὲ νικωμένου, τὰ ξύμπαντα τούτου ἑνὸς ἂν πωλοῖτο.

因为,一个看清了事情却不能清晰传授的人,与根本没有思考过的人无异;而一个人即使兼具这两者,但若对城邦怀有敌意,他就不会怀着同样的亲近之情发表见解;即使这也具备了,但若被金钱征服,那么一切都会为了这单单一项而被出卖。

§2.60.7

ὥστ’ εἴ μοι καὶ μέσως ἡγούμενοι μᾶλλον ἑτέρων προσεῖναι αὐτὰ5 πολεμεῖν ἐπείσθητε, οὐκ ἂν εἰκότως νῦν τοῦ γε ἀδικεῖν αἰτίαν φεροίμην.

所以,如果你们当时是因为认为我比其他人更具备这些品质(哪怕只是中等程度)才听信我的劝说而同意进行战争,那么现在让我承担行事不公的罪名是不合理的。”

语法注5 条
  1. 2.60.1προσδεχομένῳ μοι

    与格分词,用作表示判断或利益的与格(“对于预料之中的我而言”)。这强调了公民们愤怒的显现完全在伯里克利本人的预料之中。

  2. 2.60.2πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτας ἢ καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἁθρόαν δὲ σφαλλομένην

    依附于主句动词 ἡγοῦμαι 的带宾格的不定式结构。此处对比了城邦的两种状态:整体健全的国家(πόλιν ξύμπασαν ὀρθουμένην)与市民个体虽顺遂但整体衰败的国家((πόλιν) καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἁθρόαν δὲ σφαλλομένην)。其中的分词起环境状语作用,描述其时间或条件状态。

  3. 2.60.4ὃ νῦν ὑμεῖς δρᾶτε·

    此处需补出省略的、依附于否定词 μὴ 的不定式 δρᾶν。包含先行词的关系代词从句 ὃ (“你们现在所做的事”)作其宾语,而冒号后面的整句话则作为同位语,具体解释了这一行为的内容。

  4. 2.60.6προσόντος δὲ καὶ τοῦδε

    属格独立结构。指示代词 τοῦδε 指代前文提到的 φιλόπολις(爱国心)。此处表示让步关系:“即使这也(爱国心)具备了”。

  5. 2.60.7καὶ μέσως ἡγούμενοι μᾶλλον ἑτέρων προσεῖναι αὐτὰ

    伴随分词 ἡγούμενοι(认为)在条件从句 εἰ... ἐπείσθητε 中表示原因。代词 αὐτὰ 指代伯里克利在 2.60.5 中列举的四种优秀品质,是不定式 προσεῖναι(属于)的逻辑主语。καὶ μέσως(即使只是中等程度)修饰并限定了比较级 μᾶλλον(比他人更多)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.60.1-2.60.7