- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.54.1-2.54.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-23
在雅典人遭受瘟疫与敌人入侵的双重苦难时,他们想起了古老的预言和斯巴达人所获的神谕,并根据眼前的惨状对其进行了重新阐释。
τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τ’ ἔνδον θνῃσκόντων καὶ γῆς ἔξω δῃουμένης.1
雅典人陷入了如此灾难并备受折磨,城内人口不断死亡,城外土地则被蹂躏。
ἐν δὲ τῷ κακῷ οἷα εἰκὸς2 ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους, φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι "‘ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμ’ αὐτῷ.’ "
在这场灾难中,正如人在此时通常会做的那样,他们也想起了这句诗,老人们说这句诗自古以来就被人传唱: "“多利亚人的战争将会到来,与之同行的将是瘟疫。” "
ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν,3 ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι πρὸς ἃ ἔπασχον τὴν μνήμην ἐποιοῦντο. ἢν δέ γε οἶμαί ποτε ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος καὶ ξυμβῇ γενέσθαι λιμόν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται.
于是人们之间产生了争论,有人认为古人在诗中所说的不是“瘟疫”而是“饥荒”,但在目前的情况下,大家自然而然地认为所说的是“瘟疫”的意见占了上风;因为人们是根据自己当时所遭受的苦难来调整记忆的。不过我想,如果将来在这场战争之后又发生了另一场多利亚人的战争,并且凑巧发生了饥荒,他们很可能会按照那样去唱。
μνήμη δὲ ἐγένετο καὶ τοῦ Λακεδαιμονίων χρηστηρίου τοῖς εἰδόσιν,4 ὅτε ἐπερωτῶσιν αὐτοῖς τὸν θεὸν εἰ χρὴ πολεμεῖν ἀνεῖλε κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι,5 καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι.
那些知情的人也想起了给予拉刻代蒙人的神谕,即当他们向神询问是否应当开战时,神回答说,如果他们全力以赴地战斗,胜利将属于他们,并表示他自己也会予以协助。
περὶ μὲν οὖν τοῦ χρηστηρίου τὰ γιγνόμενα ᾔκαζον ὁμοῖα εἶναι· ἐσβεβληκότων δὲ τῶν Πελοποννησίων ἡ νόσος ἤρξατο εὐθύς, καὶ ἐς μὲν Πελοπόννησον οὐκ ἐσῆλθεν, ὅτι καὶ ἄξιον εἰπεῖν, ἐπενείματο δὲ Ἀθήνας μὲν μάλιστα, ἔπειτα δὲ καὶ τῶν ἄλλων χωρίων τὰ πολυανθρωπότατα. ταῦτα μὲν τὰ κατὰ τὴν νόσον γενόμενα.
于是,关于这一神谕,人们推测所发生的事情与之相符;因为伯罗奔尼撒人一入侵,瘟疫就立刻开始了。虽然它并没有传播到伯罗奔尼撒境内任何值得一提的地方,但它最严重地袭击了雅典,其次是其他地区中人口最稠密的地方。这些就是关于这场疾病所发生的事情。
- 2.54.1ἀνθρώπων τ’ ἔνδον θνῃσκόντων καὶ γῆς ἔξω δῃουμένης
属格绝对(genitive absolute)结构,并列了带有对比性副词 ἔνδον(城内)与 ἔξω(城外)的两个从句,用以描绘雅典人所面临的内忧外患的悲惨处境。
- 2.54.2οἷα εἰκὸς
作状语的插入语,用关系代词 οἷος 的中性复数宾格表示“在这种情况下自然发生的事”,反映了人们在危机中倾向于寻找古老预言的心理倾向。
- 2.54.3μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν
解释名词 ἔρις(争论)内容的宾格与不定式结构。否定词 μὴ 用于否定 λοιμός(瘟疫)而肯定 λιμός(饥荒)。由于这两个词在当时发音极为相似,因而引发了这一争论。
- 2.54.4τοῖς εἰδόσιν
动词 οἶδα(知道)的完成时分词与格复数,在非人称表达 μνήμη δὲ ἐγένετο(唤起记忆、被想起)中充当关系与格或所有与格,意为“在那些知情的人中间”。
- 2.54.4κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι
表示神谕(ἀνεῖλε)内容的“宾格加不定式”结构。其中现在分词与格复数 πολεμοῦσι 起到条件状语的作用,意为“如果他们(拉刻代蒙人)全力以赴地战斗,胜利(νίκην ἔσεσθαι)将会到来”。
