← 修昔底德

伯罗奔尼撒战争史

§2.40.1-2.40.5

雅典人兼顾美与知性及公私事务的公民品质

阐述雅典人兼具美感与朴实、智慧与勇气的生活态度,指出他们能兼顾公私事务,融勇猛于深谋远虑之中,并基于自由的信念无私地施予恩惠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.40.1

‘φιλοκαλοῦμέν τε γὰρ μετ’ εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας· πλούτῳ τε ἔργου μᾶλλον καιρῷ1 ἢ λόγου κόμπῳ χρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινὶ αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν ἔργῳ αἴσχιον.

“因为我们既追求美,又保持质朴;我们既向往智慧,又绝不流于软弱。我们使用财富,是为了行动的实际需要,而不是为了言辞的夸耀;承认贫穷对任何人来说都不是耻辱,但不通过行动去摆脱贫穷才是更大的耻辱。

§2.40.2

ἔνι2 τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια, καὶ ἑτέροις πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι· μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ’ ἀχρεῖον νομίζομεν, καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι, ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν.3

在相同的人身上,既保留了对私人事务的关切,又兼顾了对城邦公共事务的照料;即使是那些致力于其他行业的人,对政治事务也非一无所知。因为只有我们,才会把完全不参与这些事务的人不看作是“清高隐逸”,而是看作“无用之人”。我们这些人或能亲自裁决,或能正确思虑城邦的事务,因为我们不认为言论是行动的障碍,相反,我们认为在着手进行必须履行的行动之前,若没有先通过言论讨论清楚,才是真正的障碍。

§2.40.3

διαφερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογίζεσθαι· ὃ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον φέρει. κράτιστοι δ’ ἂν τὴν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων.

实际上,我们在这一方面也与众不同:我们同一群人既最具胆识,又在着手行动前深谋远虑;然而在他人那里,无知带来的是蛮勇,而思虑带来的却是迟疑。那些能够最清晰地认识到生命中的艰难与愉悦,并因此绝不逃避危险的人,才应当被公正地评判为在精神上最优秀的人。

§2.40.4

καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς· οὐ γὰρ πάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τοὺς φίλους. βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὀφειλομένην δι’ εὐνοίας ᾧ δέδωκε σῴζειν·4 ὁ δὲ ἀντοφείλων ἀμβλύτερος, εἰδὼς οὐκ ἐς χάριν, ἀλλ’ ἐς ὀφείλημα τὴν ἀρετὴν ἀποδώσων.

在有关美德的事情上,我们也与大多数人相反:我们不是通过接受恩惠,而是通过施予恩惠来获得朋友。施予恩惠的一方更为可靠,因为他会通过善意,在接受者心中保持这一份应报的恩情;而欠下恩情的人在报答时则较为消极,因为他知道自己回报这份善意并不是在施予恩惠,而是在偿还债务。

§2.40.5

καὶ μόνοι οὐ τοῦ ξυμφέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινὰ ὠφελοῦμεν.

而且,只有我们,不是出于利害的权衡,而是凭借对自由的坚定信念,毫不畏惧地去帮助他人。”

语法注4 条
  1. 2.40.1καιρῷ

    名词 καιρός 通常表示“机会”或“适当时机”,在此处与 λόγου κόμπῳ(言辞的夸耀)相对比,意为“实际应用”或“实质性发挥”。它作为与格,表示 χρώμεθα(我们使用)的目的或方式。

  2. 2.40.2ἔνι

    此处为 ἔνεστι(存在于……之中,能够……)的重音后退形(anastrophe)。其主语为名词 ἐπιμέλεια(关切)与并列的不定式 γνῶναι(认识,理解),修饰与格的 τοῖς αὐτοῖς(相同的人)和 ἑτέροις(其他人)。

  3. 2.40.2μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν

    此不定式短语用作 ἡγούμενοι(认为)的宾语。与前句 οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι(不认为言论是行动的障碍)相对比,该结构意味着“而是[认为]在着手进行必须履行的行动(ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν)之前,没有先通过言论讨论清楚(μὴ προδιδαχθῆναι)才是[障碍]”。

  4. 2.40.4ὥστε ὀφειλομένην δι’ εὐνοίας ᾧ δέδωκε σῴζειν

    不定式 σῴζειν(保持,维护)的宾语是修饰前文 χάριν(恩惠)的分词 ὀφειλομένην(被欠下的,作为恩情)。该句意为“通过善意,在接受恩惠者(ᾧ δέδωκε)心中将这份恩情作为应报之义务保持下去”,用以描述施予者如何巩固双边关系。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.40.1-2.40.5