- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.39.1-2.39.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-22
通过与斯巴达的对比,阐述了雅典在军事训练、教育以及实际战斗中的优势,赞美了雅典人自发的勇气和其城市的伟大。
‘διαφέρομεν δὲ καὶ ταῖς τῶν πολεμικῶν μελέταις τῶν ἐναντίων τοῖσδε. τήν τε γὰρ πόλιν κοινὴν παρέχομεν, καὶ οὐκ ἔστιν ὅτε ξενηλασίαις ἀπείργομέν τινα ἢ μαθήματος ἢ θεάματος, ὃ μὴ κρυφθὲν ἄν τις τῶν πολεμίων ἰδὼν ὠφεληθείη,1 πιστεύοντες οὐ ταῖς παρασκευαῖς τὸ πλέον καὶ ἀπάταις ἢ τῷ ἀφ’ ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ·2 καὶ ἐν ταῖς παιδείαις οἱ μὲν ἐπιπόνῳ ἀσκήσει εὐθὺς νέοι ὄντες τὸ ἀνδρεῖον μετέρχονται, ἡμεῖς δὲ ἀνειμένως διαιτώμενοι οὐδὲν ἧσσον ἐπὶ τοὺς ἰσοπαλεῖς κινδύνους χωροῦμεν.
“在军事训练方面,我们也与对手有以下不同。我们向所有人开放我们的城市,从不通过驱逐外邦人的法令来阻止任何人学习或参观,即使这些事物若不加隐瞒,敌人看到后可能会获益;因为我们所信赖的,与其说是准备工作和欺骗手段,不如说是我们在行动中发自内心的勇气。在教育方面,他们从年轻时起就通过艰苦的训练来追求勇敢,而我们过着宽舒的生活,却同样毫不畏惧地去面对同等的危险。
τεκμήριον δέ· οὔτε γὰρ Λακεδαιμόνιοι καθ’ ἑαυτούς, μεθ’ ἁπάντων δὲ ἐς τὴν γῆν ἡμῶν στρατεύουσι, τήν τε τῶν πέλας3 αὐτοὶ ἐπελθόντες οὐ χαλεπῶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς περὶ τῶν οἰκείων ἀμυνομένους μαχόμενοι τὰ πλείω κρατοῦμεν.
这就是证据:拉刻代蒙人从不独自入侵我们的土地,而是带着他们所有的盟友一起到来;而我们,当我们自己侵入邻国的领土时,在异国他乡与那些为保卫自己家园而战的人交锋,往往能轻易取胜。
ἁθρόᾳ τε τῇ δυνάμει ἡμῶν οὐδείς πω πολέμιος ἐνέτυχε διὰ τὴν τοῦ ναυτικοῦ τε ἅμα ἐπιμέλειαν καὶ τὴν ἐν τῇ γῇ ἐπὶ πολλὰ ἡμῶν αὐτῶν ἐπίπεμψιν· ἢν δέ που μορίῳ τινὶ προσμείξωσι, κρατήσαντές τέ τινας ἡμῶν πάντας αὐχοῦσιν ἀπεῶσθαι4 καὶ νικηθέντες ὑφ᾽ ἁπάντων ἡσσῆσθαι.
而且,还没有哪个敌人曾遇到过我们全部的兵力,因为我们既要维护海军,同时又要将我们自己的军队派遣到陆地上的许多地方。然而,如果他们在某处与我们的部分军队交战,只要打败了我们少数人,他们就会吹嘘说击退了我们所有人;而一旦被击败,他们又声称是被我们所有人打败的。
καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλομεν κινδυνεύειν, περιγίγνεται ἡμῖν5 τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν, καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέρους τῶν αἰεὶ μοχθούντων φαίνεσθαι, καὶ ἔν τε τούτοις τὴν πόλιν ἀξίαν εἶναι θαυμάζεσθαι καὶ ἔτι ἐν ἄλλοις.
然而,如果我们宁愿以宽舒的心态而不是艰苦的训练,宁愿以源于生活方式而非法律强制的勇气去面对危险,那么我们的优势就在于:我们不会为了未来的痛苦而提前感到疲惫,而当这些痛苦来临时,我们表现得并不比那些终日劳苦的人胆怯。因此,在这些方面以及其他方面,我们的城市都值得赞叹。
- 2.39.1ὃ μὴ κρυφθὲν ἄν τις τῶν πολεμίων ἰδὼν ὠφεληθείη
关系代名词 ὃ 的先行词是 μαθήματος ἢ θεάματος。分词 μὴ κρυφθὲν 表示条件(“若不加隐瞒”),与主句的 ἄν 及祈愿式 ὠφεληθείη(潜在语气)相呼应,构成条件句的归结从句。
- 2.39.1τῷ ἀφ’ ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ
定冠词 τῷ 将中性单数形容词 εὐψύχῳ 名词化(“勇气”、“气概”),介词短语 ἀφ’ ἡμῶν αὐτῶν(源于我们自身)和 ἐς τὰ ἔργα(在实际行动中)置于其间进行修饰。整个短语作 πιστεύοντες(信赖)的与格补足语。
- 2.39.2τήν τε τῶν πέλας
冠词 τήν(宾格单数阴性)修饰省去的名词 γῆν(土地),该词可从前句的 ἐς τὴν γῆν 中推导出来。因此,该短语意为“邻国的领土”。
- 2.39.3κρατήσαντές τέ τινας ἡμῶν πάντας αὐχοῦσιν ἀπεῶσθαι
依附于 αὐχοῦσιν(吹嘘、夸耀)的现在完成时被动不定式 ἀπεῶσθαι,其逻辑主语不是主句主语,而是宾格的 πάντας(我们所有人),意为“他们只要击败了我们少数人,就吹嘘我们所有人已被击退”。
- 2.39.4περιγίγνεται ἡμῖν
意为“我们拥有(作为优势)”的非人称动词短语。其语法主语为并列的三个不定式短语:μὴ προκάμνειν、μὴ ... φαίνεσθαι,以及带有宾格主语 τὴν πόλιν 的“宾格加不定式”短语 τὴν πόλιν ἀξίαν εἶναι。
