- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:2.33.1-2.33.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-22
应埃瓦科斯的请求,哥林斯军队出兵协助其重返阿斯塔科斯,但随后在阿卡纳尼亚沿海及凯法利尼亚的行动均告失败,遭受损失后撤回本国。
τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Εὔαρχος ὁ Ἀκαρνὰν βουλόμενος ἐς τὴν Ἀστακὸν κατελθεῖν πείθει Κορινθίους τεσσαράκοντα ναυσὶ καὶ πεντακοσίοις καὶ χιλίοις ὁπλίταις ἑαυτὸν κατάγειν πλεύσαντας,1 καὶ αὐτὸς ἐπικούρους τινὰς προσεμισθώσατο· ἦρχον δὲ τῆς στρατιᾶς Εὐφαμίδας τε ὁ Ἀριστωνύμου καὶ Τιμόξενος ὁ Τιμοκράτους καὶ Εὔμαχος ὁ Χρύσιδος.
在接下来的冬季,阿卡纳尼亚人埃瓦科斯希望返回阿斯塔科斯,说服哥林斯人派遣四十艘船只和一千五百名重装步兵出航以恢复他的职位,他自己也另外雇佣了一些雇佣兵。这支军队的指挥官是阿里斯托尼摩斯之子尤法米达斯、提莫克拉底之子提莫克塞诺斯和克里西斯之子尤马科斯。
καὶ πλεύσαντες κατήγαγον· καὶ τῆς ἄλλης Ἀκαρνανίας τῆς περὶ θάλασσαν ἔστιν ἃ2 χωρία βουλόμενοι προσποιήσασθαι καὶ πειραθέντες, ὡς οὐκ ἐδύναντο, ἀπέπλεον ἐπ’ οἴκου.
他们出航并恢复了他的职位;他们还希望争取沿海阿卡纳尼亚其他地区的某些地方,并在尝试后发现无法做到,便启航回国。
σχόντες δ’ ἐν τῷ παράπλῳ ἐς Κεφαλληνίαν καὶ ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν, ἀπατηθέντες ὑπ’ αὐτῶν ἐξ ὁμολογίας τινὸς ἄνδρας τε ἀποβάλλουσι σφῶν αὐτῶν, ἐπιθεμένων ἀπροσδοκήτοις3 τῶν Κρανίων, καὶ βιαιότερον ἀναγαγόμενοι ἐκομίσθησαν ἐπ’ οἴκου.
但在沿途航行中,他们在凯法利尼亚靠岸,并在克拉尼人的土地上登陆,因某种协议而被对方欺骗,在防备不及之际遭到克拉尼人的袭击,损失了一些自己的人马;随后,他们较为仓促地启航,退回了本国。
- 2.33.1ἑαυτὸν κατάγειν πλεύσαντας
不定式 κατάγειν 意为“使(从流放中)归国、复位”,其逻辑主语是 πείθει 的宾语 Κορινθίους。宾格复数分词 πλεύσαντας 在性、数、格上与这一不定式的逻辑主语(宾格)保持一致。
- 2.33.2ἔστιν ἃ
存在动词 ἔστιν 与中性复数宾格关系代词 ἅ 的结合,意为“某些(地方)”。整个短语作为其后不定式 προσποιήσασθαι(争取、拉拢)的直接宾语。
- 2.33.3ἐπιθεμένων ἀπροσδοκήτοις
ἐπιθεμένων τῶν Κρανίων(克拉尼人发起袭击)为属格独立结构。与格复数形容词 ἀπροσδοκήτοις(未曾料到的、防备不及的)修饰遭到袭击的远征军(省略的与格),用以描述他们措手不及的状态。
