← 修昔底德

伯罗奔尼撒战争史

§1.91.1-1.91.7

雅典城墙的竣工与地米斯托克利的宣示

地米斯托克利建议斯巴达派使者实地考察以拖延时间,同时暗中通知雅典扣留这些使者。在同僚抵达并确认城墙已建好后,他向斯巴达公开宣布雅典已筑好城墙,并论证只有在对等防务的基础上,双方才能在同盟中进行平等的决策。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.91.1

οἱ δὲ ἀκούοντες τῷ μὲν Θεμιστοκλεῖ ἐπείθοντο διὰ φιλίαν αὐτοῦ, τῶν δὲ ἄλλων ἀφικνουμένων καὶ σαφῶς κατηγορούντων ὅτι τειχίζεταί τε καὶ ἤδη ὕψος λαμβάνει, οὐκ εἶχον ὅπως χρὴ ἀπιστῆσαι.1

斯巴达人听了这话,起初因与地米斯托克利的交情而相信他;但随着其他人陆续抵达并明确指控雅典人正在筑墙且城墙已具规模,他们便不知如何才能不予置信。

§1.91.2

γνοὺς δὲ ἐκεῖνος κελεύει αὐτοὺς μὴ λόγοις μᾶλλον παράγεσθαι ἢ πέμψαι σφῶν αὐτῶν ἄνδρας οἵτινες χρηστοὶ καὶ πιστῶς ἀναγγελοῦσι σκεψάμενοι.2

地米斯托克利察觉到这一点,便督促他们不要被言辞所迷惑,而应从他们自己人中派遣几位诚实可靠的人,在实地考察后带回真实的报告。

§1.91.3

ἀποστέλλουσιν οὖν, καὶ περὶ αὐτῶν ὁ Θεμιστοκλῆς τοῖς Ἀθηναίοις κρύφα πέμπει κελεύων ὡς ἥκιστα ἐπιφανῶς κατασχεῖν καὶ μὴ ἀφεῖναι πρὶν ἂν αὐτοὶ πάλιν κομισθῶσιν3 (ἤδη γὰρ καὶ ἧκον αὐτῷ οἱ ξυμπρέσβεις, Ἁβρώνιχός τε ὁ Λυσικλέους καὶ Ἀριστείδης ὁ Λυσιμάχου, ἀγγέλλοντες ἔχειν ἱκανῶς τὸ τεῖχος) ἐφοβεῖτο γὰρ μὴ οἱ Λακεδαιμόνιοι σφᾶς, ὁπότε σαφῶς ἀκούσειαν, οὐκέτι ἀφῶσιν.

于是斯巴达人派遣了使者,而地米斯托克利则暗中向雅典人送信,要求他们尽可能不露痕迹地扣留这些使者,在他们自己安全返回之前切勿放行(因为此时,他的同僚使者——吕西克勒斯之子哈布罗尼科斯和吕西马科斯之子阿里斯提德已经到达,并向他报告城墙已达到了足够的高度)。因为他担心斯巴达人一旦确切得知真相,就不会再放他们离开。

§1.91.4

οἵ τε οὖν Ἀθηναῖοι τοὺς πρέσβεις, ὥσπερ ἐπεστάλη, κατεῖχον, καὶ ὁ Θεμιστοκλῆς ἐπελθὼν τοῖς Λακεδαιμονίοις ἐνταῦθα δὴ φανερῶς εἶπεν ὅτι ἡ μὲν πόλις σφῶν τετείχισται ἤδη ὥστε ἱκανὴ εἶναι σῴζειν τοὺς ἐνοικοῦντας, εἰ δέ τι βούλονται Λακεδαιμόνιοι ἢ οἱ ξύμμαχοι πρεσβεύεσθαι παρὰ σφᾶς, ὡς πρὸς διαγιγνώσκοντας4 τὸ λοιπὸν ἰέναι τά τε σφίσιν αὐτοῖς ξύμφορα καὶ τὰ κοινά.

于是雅典人按照指示扣留了使者,而地米斯托克利则来到斯巴达人面前,此时才公开宣称:他们的城邦已经修筑好了城墙,足以保护其中的居民;如果斯巴达人或其盟友今后想要向雅典派使团,就应当明白他们是在与能够分辨自身利益与共同利益的人打交道。

§1.91.5

τήν τε γὰρ πόλιν ὅτε ἐδόκει ἐκλιπεῖν ἄμεινον εἶναι καὶ ἐς τὰς ναῦς ἐσβῆναι, ἄνευ ἐκείνων ἔφασαν γνόντες τολμῆσαι, καὶ ὅσα αὖ μετ’ ἐκείνων βουλεύεσθαι, οὐδενὸς ὕστεροι γνώμῃ φανῆναι.

因为他说,当年在看来最好是抛弃家园、登上战船的时候,雅典人也是在没有他们参与的情况下作出了这一英勇决断并付诸行动的;而在其他与他们共同商议的所有事情中,雅典人在判断力上也从未逊色于任何人。

§1.91.6

δοκεῖν οὖν σφίσι καὶ νῦν ἄμεινον εἶναι τὴν ἑαυτῶν πόλιν τεῖχος ἔχειν, καὶ ἰδίᾳ τοῖς πολίταις καὶ ἐς τοὺς πάντας ξυμμάχους ὠφελιμώτερον ἔσεσθαι·

因此,现在他们认为自己的城邦拥有城墙是更好的选择,而且无论是对公民个人还是对全体盟友来说,这都将更为有利。

§1.91.7

οὐ γὰρ οἷόν τ’ εἶναι μὴ ἀπὸ ἀντιπάλου παρασκευῆς5 ὁμοῖόν τι ἢ ἴσον ἐς τὸ κοινὸν βουλεύεσθαι. ἢ πάντας οὖν ἀτειχίστους ἔφη χρῆναι ξυμμαχεῖν ἢ καὶ τάδε νομίζειν ὀρθῶς ἔχειν.

因为,除非从对等的防务准备出发,否则便不可能在平等和公正的基础上共同协商联合事务。因此,他说,要么所有盟友都不设防地进行结盟,要么也必须承认目前的这种做法是正确的。

语法注5 条
  1. 1.91.1οὐκ εἶχον ὅπως χρὴ ἀπιστῆσαι

    动词 οὐκ εἶχον(ἔχω 的未完成过去式,意为“不知如何是好”)后接间接疑问从句 ὅπως χρὴ ἀπιστῆσαι(如何去怀疑)。整个句式表达了斯巴达人在众多指控面前陷入无法不相信的窘境,即“无法不予置信”。

  2. 1.91.2οἵτινες χρηστοὶ καὶ πιστῶς ἀναγγελοῦσι σκεψάμενοι

    由关系代名词 οἵτινες 引导并后接将来直说动词 ἀναγγελοῦσι(ἀγγέλλω 的将来时)的关系从句,在此处表示目的(“以便汇报……”)。主动分词 σκεψάμενοι 表示在汇报之前先进行的动作(“进行考察后”)。

  3. 1.91.3πρὶν ἂν αὐτοὶ πάλιν κομισθῶσιν

    由于主句中含有否定意图(μὴ ἀφεῖναι,“不释放”),此处采用 πρὶν ἄν 后接虚拟语气(此处为被动不定过去时第三人称复数 κομισθῶσιν)的构文,表示“直到他们自己回来才……”。强意代词 αὐτοί 指代地米斯托克利及其他使者本人。

  4. 1.91.4ὡς πρὸς διαγιγνώσκοντας

    前置词 ὡς 后接分词(现在活动分词宾格复数 διαγιγνώσκοντας),在此处表示主观的假定、前提或预期(“把他们当作能够辨别……的人而前去”)。这要求斯巴达人把雅典人视为能自主判断利益的主体。

  5. 1.91.7μὴ ἀπὸ ἀντιπάλου παρασκευῆς

    否定词 μὴ 表明这一介词短语具有条件从句的功能(“如果不是基于对等的备御力量”)。在此处使用 μὴ 而非 οὐ 正是由于它带有假设或普遍条件的色彩。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.91.1-1.91.7