- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.8.1-1.8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
本文指出了卡里亚人和腓尼基人的海盗行为并征引德洛斯的考古证据,阐明米诺斯海军的建立如何带来秩序与财富,进而推动城邦扩张与对弱小城市的奴役,为后来的特洛伊远征奠定了社会基础。
καὶ οὐχ ἧσσον λῃσταὶ ἦσαν οἱ νησιῶται, Κᾶρές τε ὄντες καὶ Φοίνικες· οὗτοι γὰρ δὴ τὰς πλείστας τῶν νήσων ᾤκησαν. μαρτύριον δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων ἐν τῷδε τῷ πολέμῳ καὶ τῶν θηκῶν ἀναιρεθεισῶν ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν τῇ νήσῳ, ὑπὲρ ἥμισυ Κᾶρες ἐφάνησαν, γνωσθέντες1 τῇ τε σκευῇ τῶν ὅπλων ξυντεθαμμένῃ καὶ τῷ τρόπῳ ᾧ νῦν ἔτι θάπτουσιν.
而且岛民也同样是海盗,他们是卡里亚人和腓尼基人;因为正是他们居住在大多数岛屿上。这有证据:在这次战争中,当雅典人净化德洛斯岛,并将岛上所有死者的坟墓迁移时,发现其中超过半数是卡里亚人,这是通过与他们一同埋葬的武器装备以及他们至今仍在使用的埋葬方式辨认出来的。
καταστάντος δὲ τοῦ Μίνω ναυτικοῦ πλωιμώτερα ἐγένετο παρ’ ἀλλήλους (οἱ γὰρ ἐκ τῶν νήσων κακοῦργοι ἀνέστησαν ὑπ’ αὐτοῦ, ὅτεπερ καὶ τὰς πολλὰς αὐτῶν κατῴκιζε), καὶ οἱ παρὰ θάλασσαν ἄνθρωποι μᾶλλον ἤδη τὴν κτῆσιν τῶν χρημάτων ποιούμενοι βεβαιότερον ᾤκουν, καί τινες καὶ τείχη περιεβάλλοντο ὡς πλουσιώτεροι ἑαυτῶν2 γιγνόμενοι· ἐφιέμενοι γὰρ τῶν κερδῶν οἵ τε ἥσσους ὑπέμενον τὴν τῶν κρεισσόνων δουλείαν, οἵ τε δυνατώτεροι περιουσίας ἔχοντες προσεποιοῦντο ὑπηκόους τὰς ἐλάσσους πόλεις.
随着米诺斯海军的建立,彼此之间的航行变得更加便利(因为岛上的恶徒被他驱逐,正是在那时,他也对其中大多数岛屿进行了殖民),而沿海的人民由于现在更致力于获取财富,生活也更加安定,有些人甚至筑起城墙,因为他们变得比以前更加富有;因为由于对利益的追求,弱者甘愿接受强者的统治,而拥有财富盈余的强者则将较小的城市变为自己的附庸。
καὶ ἐν τούτῳ τῷ τρόπῳ μᾶλλον ἤδη ὄντες3 ὕστερον χρόνῳ ἐπὶ Τροίαν ἐστράτευσαν.
而且,由于已经更加处于这种状态,他们后来便对特洛伊发动了远征。
- 1.8.1γνωσθέντες
过去被动分词,阳性复数主格,与表语“卡里亚人”(显现为如此)一致。它伴随着表示方式的与格(τῇ σκευῇ 和 τῷ τρόπῳ),说明了他们是如何被辨认出来的。
- 1.8.3ἑαυτῶν
与比较级“πλουσιώτεροι”连用的比较属格。此处使用复数反身代词,表示与他们自身过去的状态进行对比(即“比他们以前更富有”)。
- 1.8.4ἐν τούτῳ τῷ τρόπῳ μᾶλλον ἤδη ὄντες
由表示“处于这种状态”的“ἐν τούτῳ τῷ τρόπῳ ὄντες”加上比较副词“μᾶλλον”和“ἤδη”构成。它表明他们“已经进一步处于这种(在前文描述的)社会组织状态中”,指明了使特洛伊远征成为可能的历史条件。
