- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.78.1-1.78.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-25
雅典使节警告斯巴达不要因他人的怨言而草率决定战争,并指出战争的不可预测性以及人类往往先行动后谈判的普遍错误。他们呼吁根据条约协定,通过法律途径解决争端。
‘βουλεύεσθε οὖν βραδέως ὡς οὐ περὶ βραχέων, καὶ μὴ ἀλλοτρίαις γνώμαις καὶ ἐγκλήμασι πεισθέντες οἰκεῖον πόνον πρόσθησθε. τοῦ δὲ πολέμου τὸν παράλογον, ὅσος ἐστί,1 πρὶν ἐν αὐτῷ γενέσθαι προδιάγνωτε·
“因此,请你们慎重考虑,因为这并非儿戏,不要因听信他人的意见和怨言而自寻烦恼。在卷入战争之前,请先认清战争有多么大的不可预测性。
μηκυνόμενος γὰρ φιλεῖ ἐς τύχας τὰ πολλὰ περιίστασθαι, ὧν ἴσον τε ἀπέχομεν2 καὶ ὁποτέρως ἔσται ἐν ἀδήλῳ κινδυνεύεται.
因为战争一旦延长,往往会转向偶然的变故,我们双方对此同样无法把握,而且无论局势如何发展,都是在未知中冒险。
ἰόντες τε οἱ ἄνθρωποι ἐς τοὺς πολέμους τῶν ἔργων πρότερον ἔχονται, ἃ χρῆν ὕστερον δρᾶν, κακοπαθοῦντες δὲ ἤδη τῶν λόγων ἅπτονται.
人们在投入战争时,往往先诉诸行动,而这本该是后来才做的事;及至陷入困境,才开始进行谈判。
ἡμεῖς δὲ ἐν οὐδεμιᾷ πω τοιαύτῃ ἁμαρτίᾳ ὄντες οὔτ’ αὐτοὶ οὔθ’ ὑμᾶς ὁρῶντες λέγομεν ὑμῖν, ἕως ἔτι αὐθαίρετος ἀμφοτέροις ἡ εὐβουλία,3 σπονδὰς μὴ λύειν μηδὲ παραβαίνειν τοὺς ὅρκους, τὰ δὲ διάφορα δίκῃ λύεσθαι κατὰ τὴν ξυνθήκην. εἰ δὲ μή, θεοὺς τοὺς ὁρκίους μάρτυρας ποιούμενοι πειρασόμεθα ἀμύνεσθαι πολέμου ἄρχοντας ταύτῃ ᾗ ἂν ὑφηγῆσθε.’
而我们双方目前都尚未犯下此类错误,我们也未见你们陷入其中。因此,在双方仍可自由选择明智之策时,我们对你们说:不要撕毁和约,也不要违背誓言,而应当按照协定,通过法律解决争端。否则,我们将以誓言之神为证,在你们挑起战争时,以你们所引领的任何方式,尽力进行自卫。”
- 1.78.1τοῦ δὲ πολέμου τὸν παράλογον, ὅσος ἐστί
先行提取(prolepsis)结构。本应作间接疑问句 'ὅσος ἐστί'(战争的不可预测性有多大)的主语名词短语,被提前置于句首,作为主句动词 'προδιάγνωτε' 的直接宾语。
- 1.78.2ὧν ἴσον τε ἀπέχομεν
关系代名词 'ὧν' 指代前文的复数名词 'τύχας'(偶然的变故、命运)。动词 'ἀπέχομεν' 支配属格,意为“远离……”,表示“我们双方同样远离(即同样无法掌控)那些无法预测的偶然命运”。
- 1.78.4ἕως ἔτι αὐθαίρετος ἀμφοτέροις ἡ εὐβουλία
在由连词 'ἕως'(当……时)引导的从句中,系动词 'ἐστί' 被省略。形容词 'αὐθαίρετος'(自愿选择的、尚有自由选择余地的)作主语 'ἡ εὐβουλία'(明智的决断)的表语,意为“在双方仍能自由做出明智决断的时候”。
