- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.61.1-1.61.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
雅典增派由卡里亚斯率领的军队并在马其顿与先头部队会合。因波提狄亚形势紧迫,他们与佩尔迪卡斯结成临时同盟并撤军,随后经陆路向波提狄亚进军并在吉戈诺斯扎营。
ἦλθε δὲ καὶ τοῖς Ἀθηναίοις εὐθὺς ἡ ἀγγελία τῶν πόλεων ὅτι ἀφεστᾶσι, καὶ πέμπουσιν, ὡς ᾔσθοντο καὶ τοὺς μετ’ Ἀριστέως ἐπιπαριόντας,1 δισχιλίους ἑαυτῶν ὁπλίτας καὶ τεσσαράκοντα ναῦς πρὸς τὰ ἀφεστῶτα, καὶ Καλλίαν τὸν Καλλιάδου πέμπτον αὐτὸν2 στρατηγόν, οἳ ἀφικόμενοι ἐς Μακεδονίαν πρῶτον καταλαμβάνουσι τοὺς προτέρους χιλίους Θέρμην ἄρτι ᾑρηκότας καὶ Πύδναν πολιορκοῦντας.
雅典人也立即收到了各城邦叛乱的消息,当得知跟随阿里斯透斯的军队也作为援军赶来时,他们派遣了自己两千名重装步兵和四十艘战船前往叛乱地区,并派遣卡里亚德斯之子卡里亚斯作为五名将军之一(包括他本人在内)。他们抵达马其顿后,首先与先期到达的一千人汇合,这些人刚刚攻克了瑟尔梅,正在包围皮德纳。
προσκαθεζόμενοι δὲ καὶ αὐτοὶ τὴν Πύδναν ἐπολιόρκησαν μέν, ἔπειτα δὲ ξύμβασιν ποιησάμενοι καὶ ξυμμαχίαν ἀναγκαίαν3 πρὸς τὸν Περδίκκαν, ὡς αὐτοὺς κατήπειγεν ἡ Ποτείδαια καὶ ὁ Ἀριστεὺς παρεληλυθώς, ἀπανίστανται ἐκ τῆς Μακεδονίας, καὶ ἀφικόμενοι ἐς Βέροιαν κἀκεῖθεν ἐπὶ Στρέψαν καὶ πειράσαντες πρῶτον τοῦ χωρίου καὶ οὐχ ἑλόντες ἐπορεύοντο κατὰ γῆν πρὸς τὴν Ποτείδαιαν, τρισχιλίοις μὲν ὁπλίταις ἑαυτῶν, χωρὶς δὲ τῶν ξυμμάχων πολλοῖς, ἱππεῦσι δὲ ἑξακοσίοις4 Μακεδόνων τοῖς μετὰ Φιλίππου καὶ Παυσανίου· ἅμα δὲ νῆες παρέπλεον ἑβδομήκοντα.
他们自己也驻扎下来包围皮德纳,但随后,由于波提狄亚的局势和已经到达的阿里斯透斯催促着他们,他们与佩尔迪卡斯达成了权宜的协定与同盟,从而撤离了马其顿。他们来到贝罗埃亚,又从那里前往斯特雷普萨,首先尝试夺取该地但未能成功,于是带着自己三千名重装步兵、此外还有许多盟军,以及随同腓力和保萨尼阿斯的六百名马其顿骑兵,由陆路向波提狄亚前进;与此同时,七十艘战船沿岸并航。
κατ’ ὀλίγον δὲ προϊόντες τριταῖοι ἀφίκοντο ἐς Γίγωνον καὶ ἐστρατοπεδεύσαντο.
他们缓缓推进,在第三天抵达吉戈诺斯并安营扎寨。
- 1.61.1ὡς ᾔσθοντο καὶ τοὺς μετ’ Ἀριστέως ἐπιπαριόντας
ὡς 是引导时间从句的连词(“当……时”或“一……就”)。ἐπιπαριόντας 是 ἐπιπάρειμι(进一步接近、作为援军到来)的现在分词宾格,作为 ᾔσθοντο 的知觉宾格分词。καί 意为“也”,强调阿里斯透斯的军队也在行动中。
- 1.61.1πέμπτον αὐτόν
代词 αὐτός 与序数词连用的表达(πέμπτον αὐτόν)是一种惯用法,意为“包括他本人在内的第五人”,即表示他是共有五位同僚共同担任指挥官(将军)的其中之一。
- 1.61.3ξυμμαχίαν ἀναγκαίαν
意为“迫于形势的(不可避免的)同盟”。这一形容词短语表明,雅典人由于面临波提狄亚的紧急事态,不得不违心地与后方的马其顿国王佩尔迪卡斯缔结临时条约和同盟。
- 1.61.4ἑξακοσίοις
数词 ἑξακόσιοι(“六百”)的阳性与格复数形式。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 注 1 处
