- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.50.1-1.50.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
科林斯人在战场上杀戮敌军并搜寻己方遗体与残骸,随后再次发起攻势。科克拉与雅典联军准备迎击,但因傍晚时分雅典二十艘增援船只抵达,科林斯人被迫撤退。
τῆς δὲ τροπῆς γενομένης οἱ Κορίνθιοι τὰ σκάφη μὲν οὐχ εἷλκον ἀναδούμενοι τῶν νεῶν ἃς καταδύσειαν,1 πρὸς δὲ τοὺς ἀνθρώπους ἐτράποντο φονεύειν διεκπλέοντες μᾶλλον ἢ ζωγρεῖν, τούς τε αὑτῶν φίλους, οὐκ ᾐσθημένοι ὅτι ἥσσηντο οἱ ἐπὶ τῷ δεξιῷ κέρᾳ, ἀγνοοῦντες ἔκτεινον.
在败退发生后,科林斯人并没有用缆绳系住他们击沉的船只进行拖曳,而是致力于在穿行时杀戮落水之人,而非将其生俘。由于他们没有察觉到己方右翼的战败,在不知情中,他们甚至杀害了属于自己的友人。
πολλῶν γὰρ νεῶν οὐσῶν ἀμφοτέρων καὶ ἐπὶ πολὺ τῆς θαλάσσης ἐπεχουσῶν, ἐπειδὴ ξυνέμειξαν ἀλλήλοις, οὐ ῥᾳδίως τὴν διάγνωσιν ἐποιοῦντο ὁποῖοι ἐκράτουν ἢ ἐκρατοῦντο· ναυμαχία γὰρ αὕτη Ἕλλησι πρὸς Ἕλληνας νεῶν πλήθει μεγίστη δὴ τῶν πρὸ αὑτῆς2 γεγένηται.
因为双方的船只数量极多,且占据了广阔的海域,在他们混战在一起之后,很难轻易辨别出谁胜谁负。实际上,就船只数量而言,这场海战在以往所有希腊人对抗希腊人的海战中确实是规模最大的一次。
ἐπειδὴ δὲ κατεδίωξαν τοὺς Κερκυραίους οἱ Κορίνθιοι ἐς τὴν γῆν, πρὸς τὰ ναυάγια καὶ τοὺς νεκροὺς τοὺς σφετέρους ἐτράποντο, καὶ τῶν πλείστων ἐκράτησαν ὥστε προσκομίσαι πρὸς τὰ Σύβοτα, οἷ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν βαρβάρων προσεβεβοηθήκει· ἔστι δὲ τὰ Σύβοτα τῆς Θεσπρωτίδος λιμὴν ἐρῆμος. τοῦτο δὲ ποιήσαντες αὖθις ἁθροισθέντες ἐπέπλεον τοῖς Κερκυραίοις.
科林斯人将科克拉人驱逐到陆地后,便转向搜寻自己的残骸和尸体,并控制了其中大部分以便运送到叙博塔,因为当地非希腊人的陆军已经赶来援助他们;叙博塔是塞斯普罗蒂斯地区的一个荒凉港口。做完这些后,他们重新集结,再次向科克拉人驶去。
οἱ δὲ ταῖς πλωίμοις καὶ ὅσαι ἦσαν λοιπαὶ μετὰ τῶν Ἀττικῶν νεῶν καὶ αὐτοὶ ἀντεπέπλεον, δείσαντες μὴ ἐς τὴν γῆν σφῶν πειρῶσιν ἀποβαίνειν.
科克拉人驾驶着尚能航行的船只以及所有剩余的船只,与雅典船只一同迎击,担心对方会企图在自己的领土上登陆。
ἤδη δὲ ἦν ὀψὲ καὶ ἐπεπαιάνιστο αὐτοῖς3 ὡς ἐς ἐπίπλουν, καὶ οἱ Κορίνθιοι ἐξαπίνης πρύμναν ἐκρούοντο κατιδόντες εἴκοσι ναῦς Ἀθηναίων προσπλεούσας, ἃς ὕστερον τῶν δέκα βοηθοὺς ἐξέπεμψαν οἱ Ἀθηναῖοι, δείσαντες, ὅπερ ἐγένετο, μὴ νικηθῶσιν οἱ Κερκυραῖοι καὶ αἱ σφέτεραι δέκα νῆες ὀλίγαι ἀμύνειν4 ὦσιν.
当时天色已晚,他们已经唱响了准备进攻的军歌,而科林斯人突然开始倒桨后退,因为他们看见了二十艘正在驶来的雅典船只。这二十艘船是雅典人事后派来支援那十艘船的,因为雅典人担心——正如实际发生的那样——科克拉人会战败,而他们自己的十艘船太少而不足以御敌。
- 1.50.1ἃς καταδύσειαν
关系从句中的希求语气(不定过去时)表示过去重复发生的事或假设性的泛指(“凡是他们可能击沉的船只”)。
- 1.50.2τῶν πρὸ αὑτῆς
最高级形容词 μεγίστη(最大)后接属格介词短语 τῶν πρὸ αὑτῆς(在它之前的),构成了一种不合逻辑的紧缩结构,意在强调“比以往所有的都大”。
- 1.50.5ἐπεπαιάνιστο αὐτοῖς
无人称被动语态动词 ἐπεπαιάνιστο(赞美诗/军歌已被唱响)配有与格 αὐτοῖς,用作施事或利益与格。
- 1.50.5ὀλίγαι ἀμύνειν
不定式 ἀμύνειν(防守、援助)用以限制或补充形容词 ὀλίγαι(少)的意义,表示“太少而不足以防守”的结果性含义。
