- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.14.1-1.14.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
作者指出,早期强大的希腊海军同样极少使用三桅战船,仍以五十桨战船为主;直到希波战争前夕,在西西里、科尔库拉,以及地米斯托克利说服下的雅典,才开始大规模装备三桅战船。
δυνατώτατα γὰρ ταῦτα τῶν ναυτικῶν ἦν. φαίνεται δὲ καὶ ταῦτα πολλαῖς γενεαῖς ὕστερα γενόμενα1 τῶν Τρωικῶν τριήρεσι μὲν ὀλίγαις χρώμενα, πεντηκοντόροις δ’ ἔτι καὶ πλοίοις μακροῖς ἐξηρτυμένα ὥσπερ ἐκεῖνα.
因为这些是当时最强大的海军。然而显而易见,即使是这些在特洛伊战争许多代以后才出现的军力,也只使用了很少的三层桨战船,而像当时那些船只一样,仍然装备着五十桨战船和长船。
ὀλίγον τε πρὸ τῶν Μηδικῶν καὶ τοῦ Δαρείου θανάτου, ὃς μετὰ Καμβύσην Περσῶν ἐβασίλευσε, τριήρεις περί τε Σικελίαν τοῖς τυράννοις ἐς πλῆθος ἐγένοντο καὶ Κερκυραίοις· ταῦτα γὰρ τελευταῖα πρὸ τῆς Ξέρξου στρατείας ναυτικὰ ἀξιόλογα ἐν τῇ Ἑλλάδι κατέστη.
在希波战争之前不久,也就是在继冈比西斯之后统治波斯的大流士去世前不久,西西里的僭主们和科尔库拉人才拥有了大量的三层桨战船;因为在薛西斯远征之前,这些是在希腊建立起来的最后一批值得注意的海军。
Αἰγινῆται γὰρ καὶ Ἀθηναῖοι, καὶ εἴ τινες ἄλλοι, βραχέα ἐκέκτηντο, καὶ τούτων τὰ πολλὰ πεντηκοντόρους· ὀψέ τε ἀφ’ οὗ2 Ἀθηναίους Θεμιστοκλῆς ἔπεισεν Αἰγινήταις πολεμοῦντας, καὶ ἅμα τοῦ βαρβάρου προσδοκίμου ὄντος,3 τὰς ναῦς ποιήσασθαι αἷσπερ καὶ ἐναυμάχησαν· καὶ αὗται οὔπω εἶχον διὰ πάσης καταστρώματα.
因为埃吉纳人和雅典人,以及其他可能存在的人,只拥有很少的船只,且其中大部分是五十桨战船。直到很晚的时候,地米斯托克利才说服了正在与埃吉纳人交战、同时又预料到蛮族即将来袭的雅典人,去建造他们后来实际用于海战的那些战船;而且这些战船当时还没有装设贯通全船的甲板。
- 1.14.1φαίνεται δὲ καὶ ταῦτα ... γενόμενα
动词 φαίνεται 在此接分词(此处为 γενόμενα 及其后的 χρώμενα, ἐξηρτυμένα)而非不定式,表示客观事实的“显而易见、表明是……”,而非主观推测的“似乎”。
- 1.14.3ὀψέ τε ἀφ’ οὗ
表示时间起点的介词短语 ἀφ’ οὗ(自……以来)与副词 ὀψέ(晚)相结合,直译为“自……以来的很晚时候”,整体上起到强调句式的作用,用以强调“……是直到很晚以后才发生的”。
- 1.14.3τοῦ βαρβάρου προσδοκίμου ὄντος
属格绝对结构。名词 τοῦ βαρβάρου(蛮族,指波斯人)作主语,分词 ὄντος 连同形容词 προσδόκιμος(被预期的)作谓语,在环境上解释了雅典人建造战船时所面临的紧迫背景。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
