- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.124.1-1.124.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-23
科林斯人呼吁盟国立即决议开战,以援助波提狄亚并夺回希腊的自由,并指出唯有推翻僭主城邦雅典才能获得真正的和平与安全,以此结束了他们的演说。
‘ὥστε πανταχόθεν καλῶς ὑπάρχον1 ὑμῖν πολεμεῖν καὶ ἡμῶν κοινῇ τάδε παραινούντων, εἴπερ βεβαιότατον τὸ ταὐτὰ ξυμφέροντα καὶ πόλεσι καὶ ἰδιώταις εἶναι, μὴ μέλλετε Ποτειδεάταις τε ποιεῖσθαι τιμωρίαν οὖσι Δωριεῦσι καὶ ὑπὸ Ἰώνων πολιορκουμένοις, οὗ πρότερον ἦν τοὐναντίον, καὶ τῶν ἄλλων μετελθεῖν τὴν ἐλευθερίαν, ὡς οὐκέτι ἐνδέχεται περιμένοντας τοὺς μὲν ἤδη βλάπτεσθαι, τοὺς δ᾽, εἰ γνωσθησόμεθα2 ξυνελθόντες μέν, ἀμύνεσθαι δὲ οὐ τολμῶντες, μὴ πολὺ ὕστερον τὸ αὐτὸ πάσχειν·
“因此,既然在各方面你们都具备了开战的有利条件,而且我们共同提出这些建议,如果对于国家和个人而言,利益一致确实是最可靠的纽带,那么,请不要迟疑去向波提狄亚人提供援助——他们是多利安人,却正被伊奥尼亚人包围,这与以前的情况恰好相反——也不要迟疑去争取其他人的自由;因为我们已经不能再等待下去了,一些人已经遭受了侵害,而另一些人——如果我们被看穿虽然聚集在一起却不敢自卫的话——不久也将遭受同样的命运。
ἀλλὰ νομίσαντες ἐς ἀνάγκην ἀφῖχθαι, ὦ ἄνδρες ξύμμαχοι, καὶ ἅμα τάδε ἄριστα λέγεσθαι, ψηφίσασθε τὸν πόλεμον μὴ φοβηθέντες τὸ αὐτίκα δεινόν, τῆς δ’ ἀπ’ αὐτοῦ διὰ πλείονος εἰρήνης ἐπιθυμήσαντες· ἐκ πολέμου μὲν γὰρ εἰρήνη μᾶλλον βεβαιοῦται, ἀφ’ ἡσυχίας3 δὲ μὴ πολεμῆσαι οὐχ ὁμοίως ἀκίνδυνον.
盟国的诸位,请认识到我们已经陷入了无可避免的必然境地,同时也相信这些建议是最好的,因此请决议开战,不要畏惧眼前的危险,而要追求通过战争所能获得的更长久的和平。因为通过战争,和平才能更加稳固,而因贪图安逸而不愿开战,绝非同样安全。
καὶ τὴν καθεστηκυῖαν ἐν τῇ Ἑλλάδι πόλιν τύραννον4 ἡγησάμενοι ἐπὶ πᾶσιν ὁμοίως καθεστάναι, ὥστε τῶν μὲν ἤδη ἄρχειν, τῶν δὲ διανοεῖσθαι,παραστησώμεθα ἐπελθόντες, καὶ αὐτοί τε ἀκινδύνως τὸ λοιπὸν οἰκῶμεν καὶ τοὺς νῦν δεδουλωμένους Ἕλληνας ἐλευθερώσωμεν.’ τοιαῦτα μὲν οἱ Κορίνθιοι εἶπον.
我们应当认识到,在希腊建立起来的那个僭主城邦是针对所有人而设立的,它已经统治了部分人,并企图统治其余的人;让我们发起进攻去降伏它,使我们自己今后能无危险地生活,并解放那些如今被奴役的希腊人。”科林斯人如此说道。
- 1.124.1ὑπάρχον
非人称动词 ὑπάρχει 的中性单数宾格分词,与后面的不定式 πολεμεῖν 构成宾格绝对(accusative absolute)结构。表示“具备了开战的有利条件”这一原因或前提。
- 1.124.1γνωσθησόμεθα
动词 γιγνώσκω 的将来被动式。接分词 ξυνελθόντες 和 τολμῶντες,构成“如果我们被看穿虽然聚集在一起却不敢自卫”的条件性结构。
- 1.124.2ἀφ’ ἡσυχίας
介词 ἀπό 在此表示“源于或出于……的状态”。此处指“因安于平逸而不愿开战”,与前文的 ἐκ πολέμου(通过战争)形成对比。
- 1.124.3πόλιν τύραννον
名词 πόλις 与 τύραννος 同格并列,意为“僭主城邦”,特指雅典,批判性地形容其强权和霸权主义的统治体制。
