← 修昔底德

伯罗奔尼撒战争史

§1.115.1-1.115.5

三十年和约的缔结与萨摩斯叛乱

雅典与斯巴达一方缔结三十年和约并归还领土。此后,雅典介入萨摩斯与米利都的纠纷,在萨摩斯建立民主制,但萨摩斯流亡者在波斯支持下发动叛乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.115.1

ἀναχωρήσαντες δὲ ἀπ’ Εὐβοίας οὐ πολλῷ ὕστερον σπονδὰς ἐποιήσαντο πρὸς Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους τριακοντούτεις, ἀποδόντες1 Νίσαιαν καὶ Πηγὰς καὶ Τροιζῆνα καὶ Ἀχαΐαν· ταῦτα γὰρ εἶχον Ἀθηναῖοι Πελοποννησίων.2

从优波亚撤回后不久,雅典人便与拉刻代蒙(斯巴达)人及其盟友缔结了三十年和约,归还了尼塞亚、佩盖、特罗曾和阿开亚;因为这些地方是雅典人先前从伯罗奔尼撒人手中夺取并占领的。

§1.115.2

ἕκτῳ δὲ ἔτει Σαμίοις καὶ Μιλησίοις πόλεμος ἐγένετο περὶ Πριήνης, καὶ οἱ Μιλήσιοι ἐλασσούμενοι τῷ πολέμῳ παρ’ Ἀθηναίους ἐλθόντες κατεβόων τῶν Σαμίων. ξυνεπελάβοντο δὲ καὶ ἐξ αὐτῆς τῆς Σάμου ἄνδρες ἰδιῶται νεωτερίσαι βουλόμενοι τὴν πολιτείαν.

第六年,萨摩斯人与米利都人之间因普里埃内爆发了战争。米利都在战争中失利,便前往雅典人那里,极力控诉萨摩斯人。此外,来自萨摩斯岛本地的一些希求变革政体私人公民也参与了这次控诉。

§1.115.3

πλεύσαντες οὖν Ἀθηναῖοι ἐς Σάμον ναυσὶ τεσσαράκοντα δημοκρατίαν κατέστησαν, καὶ ὁμήρους ἔλαβον τῶν Σαμίων πεντήκοντα μὲν παῖδας, ἴσους δὲ ἄνδρας, καὶ κατέθεντο ἐς Λῆμνον, καὶ φρουρὰν ἐγκαταλιπόντες ἀνεχώρησαν.

于是,雅典人率领四十艘战船驶往萨摩斯,在那里建立了民主制;他们还从萨摩斯人中带走了五十名男孩和同等数量的成年男子作为人质,安置在雷姆诺斯岛,并在留下一支守备队后撤回。

§1.115.4

τῶν δὲ Σαμίων3 ἦσαν γάρ τινες οἳ οὐχ ὑπέμειναν, ἀλλ’ ἔφυγον ἐς τὴν ἤπειρον, ξυνθέμενοι τῶν ἐν τῇ πόλει τοῖς δυνατωτάτοις καὶ Πισσούθνῃ τῷ Ὑστάσπου ξυμμαχίαν, ὃς εἶχε Σάρδεις τότε, ἐπικούρους τε ξυλλέξαντες ἐς ἑπτακοσίους διέβησαν ὑπὸ νύκτα ἐς τὴν Σάμον, καὶ πρῶτον μὲν τῷ δήμῳ ἐπανέστησαν καὶ ἐκράτησαν τῶν πλείστων, ἔπειτα τοὺς ὁμήρους ἐκκλέψαντες ἐκ Λήμνου τοὺς αὑτῶν ἀπέστησαν, καὶ τοὺς φρουροὺς τοὺς Ἀθηναίων καὶ τοὺς ἄρχοντας οἳ ἦσαν παρὰ σφίσιν ἐξέδοσαν Πισσούθνῃ, ἐπί τε Μίλητον εὐθὺς παρεσκευάζοντο στρατεύειν. ξυναπέστησαν δ’ αὐτοῖς καὶ Βυζάντιοι.

然而,萨摩斯人中有一些不愿屈服而逃往大陆的人,他们与城中权力最大的人以及当时统治萨迪斯(萨尔迪斯)的许斯塔斯佩斯之子皮苏特内斯结成联盟,并招募了大约七百名雇佣兵,在夜色掩护下渡海回到萨摩斯。他们首先对平民发动暴动,并控制了其中的大部分人;接着,他们从雷姆诺斯岛偷回了自己的质子,宣布叛乱,并将他们那里的雅典守备队和官吏移交给皮苏特内斯;随后,他们立即准备对米利都发动远征。拜占庭人也随他们一同叛乱。

语法注3 条
  1. 1.115.1ἀποδόντες

    不定过去时分词 ἀποδόντες 表示主动词 ἐποιήσαντο(缔结条约)的前提“条件”或“手段”(即“通过归还……”或“以归还……为条件”)。

  2. 1.115.1Πελοποννησίων

    夺格性(分离)属格,意为“从伯罗奔尼撒人那里(夺得并占领)”。虽然也可理解为所有权属格(“占领了属于伯罗奔尼撒人的地方”),此处更倾向于表示获取来源的夺格用法,与动词 εἶχον 连用。

  3. 1.115.4τῶν δὲ Σαμίων

    置于句首的部分属格。原本句式意在表达“在萨摩斯人中,有些人……”,但由于中间插入了带有 γάρ 的解释句(ἦσαν γάρ τινες οἳ...),该从句中的关系代词 οἳ 实际上成为了后续分词(如 ξυνθέμενοι 等)及主动词的实际主语,形成了一种破格结构。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-10-12)
  • 2026-10-12 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.115.1-1.115.5