- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.108.1-1.108.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
在塔纳格拉战役失败后,雅典人迅速对波奥蒂亚发动反攻并在奥诺菲塔取胜,随后迫使埃吉纳投降,完成了长墙,并在托尔米德斯的率领下成功环航佩洛蓬尼苏斯。
γενομένης δὲ μάχης ἐν Τανάγρᾳ τῆς Βοιωτίας ἐνίκων Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι, καὶ φόνος ἐγένετο ἀμφοτέρων πολύς.
双方在波奥蒂亚的塔纳格拉发生交战,拉刻代蒙人及其盟友获得胜利,双方死伤惨重。
καὶ Λακεδαιμόνιοι μὲν ἐς τὴν Μεγαρίδα ἐλθόντες καὶ δενδροτομήσαντες πάλιν ἀπῆλθον ἐπ᾽ οἴκου διὰ Γερανείας καὶ Ἰσθμοῦ· Ἀθηναῖοι δὲ δευτέρᾳ καὶ ἑξηκοστῇ ἡμέρᾳ1 μετὰ τὴν μάχην ἐστράτευσαν ἐς Βοιωτοὺς Μυρωνίδου στρατηγοῦντος, καὶ μάχῃ ἐν Οἰνοφύτοις τοὺς Βοιωτοὺς νικήσαντες τῆς τε χώρας ἐκράτησαν τῆς Βοιωτίας καὶ Φωκίδος2 καὶ Ταναγραίων τὸ τεῖχος περιεῖλον καὶ Λοκρῶν τῶν Ὀπουντίων ἑκατὸν ἄνδρας ὁμήρους τοὺς πλουσιωτάτους ἔλαβον, τά τε τείχη ἑαυτῶν τὰ μακρὰ ἀπετέλεσαν.
拉刻代蒙人进入墨加里斯地方并砍伐树木后,经由格拉内亚山和地峡返回本国;而雅典人在交战后的第六十二天,由米罗尼德斯担任将军率领,出兵攻打波奥蒂亚人,并在奥诺菲塔之战中击败波奥蒂亚人,控制了波奥蒂亚和福基斯的土地,拆毁了塔纳格拉人的城墙,并掳走了奥蓬提亚洛克里斯人中最富有的百人作为人质,同时完成了他们自己的长墙。
ὡμολόγησαν δὲ καὶ οἱ Αἰγινῆται μετὰ ταῦτα τοῖς Ἀθηναίοις, τείχη τε περιελόντες καὶ ναῦς παραδόντες φόρον τε ταξάμενοι3 ἐς τὸν ἔπειτα χρόνον.
此后,埃吉纳人也与雅典人达成协议,拆毁城墙,交出船只,并同意此后交纳贡赋。
καὶ Πελοπόννησον περιέπλευσαν Ἀθηναῖοι Τολμίδου τοῦ Τολμαίου στρατηγοῦντος, καὶ τὸ νεώριον τῶν Λακεδαιμονίων ἐνέπρησαν καὶ Χαλκίδα Κορινθίων πόλιν εἷλον καὶ Σικυωνίους ἐν ἀποβάσει τῆς γῆς μάχῃ ἐκράτησαν.
此外,雅典人在托尔迈奥斯之子托尔米德斯的指挥下环航佩洛蓬尼苏斯,烧毁了拉刻代蒙人的军港,攻占了科林斯人的城市哈尔基斯,并在登陆其领土时于战斗中击败了西库翁人。
- 1.108.2δευτέρᾳ καὶ ἑξηκοστῇ ἡμέρᾳ
时间与格。意为在(塔纳格拉)战役后的“第六十二天”,强调了雅典人在战败后迅速重整旗鼓并展开反攻的时间之短。
- 1.108.3τῆς τε χώρας ἐκράτησαν τῆς Βοιωτίας καὶ Φωκίδος
动词 ἐκράτησαν(表示统治、支配)支配属格。τῆς Βοιωτίας καὶ Φωκίδος 作为 τῆς χώρας 的同位语或限定性属格,意为“控制了波奥蒂亚和福基斯的领土”。
- 1.108.4φόρον τε ταξάμενοι
分词 ταξάμενοι(动词 τάσσομαι 的不定过去时中间态,主动式为 τάσσω“课税、确定”)在此处表示中间态的自返或接受意义,即“同意(为自己)缴纳贡赋”或“接受了贡赋的额度”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
