← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§2.905-2.981

祭奠斯忒涅罗斯与停靠茜诺珀

阿尔戈英雄们驶经卡利霍罗斯河,在斯忒涅罗斯墓前祭奠其亡魂,随后航至茜诺珀并接纳了滞留在此的代伊马科斯诸子,最终在忒耳摩冬河口停泊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
905

ἤλυθον, ἔνθʼ ἐνέπουσι Διὸς Νυσήιον υἷα,

他们来到了那里,

Ἰνδῶν ἡνίκα φῦλα λιπὼν κατενάσσατο Θήβας,

相传宙斯生于尼萨的儿子在离开印度人部落而定居于忒拜时,

ὀργιάσαι, στῆσαί τε χοροὺς ἄντροιο πάροιθεν,

曾在此举行狂欢秘仪,并在洞窟前设起舞队;

ᾧ ἐν ἀμειδήτους ἁγίας ηὐλίζετο νύκτας,

他曾在那洞窟中度过神圣而不可苟笑的夜晚;

ἐξ οὗ Καλλίχορον ποταμὸν περιναιετάοντες

附近的居民因此将那条河称为卡利霍罗斯,

910

ἠδὲ καὶ Αὐλίον ἄντρον ἐπωνυμίην καλέουσιν.

并将那洞窟冠以奥利翁之名。

ἔνθεν δὲ Σθενέλου τάφον ἔδρακον Ἀκτορίδαο,ὅς ῥά τʼ Ἀμαζονίδων πολυθαρσέος ἐκ πολέμοιοἂψ ἀνιὼν—δὴ γὰρ συνανήλυθεν Ἡρακλῆι—

从那里他们望见了阿克托耳之子斯忒涅罗斯的坟墓。

βλήμενος ἰῷ κεῖθεν ἐπʼ ἀγχιάλου θάνεν ἀκτῆς.

他在从那场对抗亚马逊人的英勇战役归来的途中——因为他曾与赫拉克勒斯一同出征——在那里的海滨被箭射中而亡。

915

οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον.1 ἧκε γὰρ αὐτὴ

他们果然没有再向前航行;

Φερσεφόνη ψυχὴν πολυδάκρυον Ἀκτορίδαο

因为珀耳塞福涅亲自放出了阿克托耳之子那满含泪水的亡魂,

λισσομένην τυτθόν περ ὁμήθεας ἄνδρας ἰδέσθαι.

以遂他只愿看一眼昔日同伴的恳求。

τύμβου δὲ στεφάνης ἐπιβὰς σκοπιάζετο νῆα

他站在墓顶的边缘凝望着战船,

τοῖος ἐών, οἷος πόλεμόνδʼ ἴεν· ἀμφὶ δὲ καλὴ

宛如当年奔赴战场时的雄姿;

920

τετράφαλος φοίνικι λόφῳ ἐπελάμπετο πήληξ.

他头上的四角精美战盔,猩红色的冠羽闪烁生辉。

καί ῥʼ ὁ μὲν αὖτις ἔδυνε μέγαν ζόφον· οἱ δʼ ἐσιδόντες

随后他又重重潜入幽深的黑暗之中;众人目睹此景,

θάμβησαν· τοὺς δʼ ὦρσε θεοπροπέων ἐπικέλσαι

无不惊骇。安普库斯之子摩普索斯以神谕敦促他们靠岸,

Ἀμπυκίδης Μόψος λοιβῇσί τε μειλίξασθαι.

用奠酒去安抚亡魂。

οἱ δʼ ἀνὰ μὲν κραιπνῶς λαῖφος σπάσαν, ἐκ δὲ βαλόντες

他们急忙收起风帆,将缆绳抛上海滩,

925

πείσματʼ ἐν αἰγιαλῷ Σθενέλου τάφον ἀμφεπένοντο,

忙碌于斯忒涅罗斯的坟前,为他倾倒奠酒,

χύτλα τέ οἱ χεύοντο, καὶ ἥγνισαν ἔντομα μήλων.

并宰杀羊只行燔祭以净除不祥。

ἄνδιχα δʼ αὖ χύτλων νηοσσόῳ Ἀπόλλωνι

除了奠酒之外,他们又为保佑船只的阿波罗筑起一座祭坛,

βωμὸν δειμάμενοι μῆρʼ ἔφλεγον ἂν δὲ καὶ Ὀρφεὺς

焚烧大腿肉;奥耳甫斯也将竖琴供奉于此;

θῆκε λύρην· ἐκ τοῦ δὲ Λύρη πέλει οὔνομα χώρῳ.

从此那地方便得名为“吕拉”。

930

αὐτίκα δʼ οἵγʼ ἀνέμοιο κατασπέρχοντος ἔβησαν

顺风刚一劲吹,他们便立刻登上了船;

νῆʼ ἔπι· κὰδ δʼ ἄρα λαῖφος ἐρυσσάμενοι τανύοντο

拉下风帆,用两头的帆索将它紧紧张开;

ἐς πόδας ἀμφοτέρους· ἡ δʼ ἐς πέλαγος πεφόρητο

战船便笔直地向着开阔的海洋疾驰而去,

ἐντενές, ἠύτε τίς τε διʼ ἠέρος ὑψόθι κίρκος

宛如高空云际中的一只雄鹰,

ταρσὸν ἐφεὶς πνοιῇ φέρεται ταχύς, οὐδὲ τινάσσει

借着风势向前飞驰,在宁静的气息中从容翱翔,

935

ῥιπήν, εὐκήλοισιν ἐνευδιόων πτερύγεσσιν.

双翼甚至不曾扇动一下。

καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,

于是他们驶过了含盐的帕耳忒尼俄斯河的清流,

πρηυτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη

那是最为温和的河流,

Λητωίς, ἄγρηθεν ὅτʼ οὐρανὸν εἰσαναβαίνῃ,

勒托之女在狩猎归来升入天宇时,

ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.

在这迷人的河水中沐浴冷却身躯。

940

νυκτί δʼ ἔπειτʼ ἄλληκτον ἐπιπροτέρωσε θέοντες

随后他们在整夜里不停歇地向前疾驰,

σήσαμον αἰπεινούς τε παρεξενέοντʼ Ἐρυθίνους,

驶过了塞萨摩斯和陡峭的埃律提诺伊角,驶过了克罗比亚罗斯、

Κρωβίαλον, Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον.

克罗姆纳和郁郁葱葱的屈托罗斯。

ἔνθεν δʼ αὖτε Κάραμβιν ἅμʼ ἠελίοιο βολῇσιν

黎明初露,他们又绕过了卡兰比斯岬,

γνάμψαντες παρὰ πουλὺν ἔπειτʼ ἤλαυνον ἐρετμοῖς

接着在整整一天以及紧随其后的夜晚,

945

αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπʼ ἤματι νύκτα.

合力摇桨沿着漫长的海岸向前行驶。

αὐτίκα δʼ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,

随即他们踏上了亚述人的土地,

θυγατέρʼ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν

宙斯曾亲自让阿索波斯的女儿茜诺珀定居于此,

παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.

并在被自己的诺言所欺后赐予了她贞洁。

δὴ γὰρ ὁ μὲν φιλότητος ἐέλδετο· νεῦσε δʼ ὅγʼ αὐτῇ

因为宙斯热切渴求她的欢爱,

950

δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.2

曾答应赐给她心中所向往的任何事物;

ἡ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.

而她却以狡黠的智慧向他索求了终身守贞。

ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι

她同样欺骗了渴望与她同寝的阿波罗,

ἱέμενον, ποταμόν τʼ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν

随后又以此欺骗了哈吕斯河神;

τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.

凡人男子中更无一人能在令人爱慕的怀抱中将她征服。

955

ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιουἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε

那时,来自特里克卡的尊贵人物代伊马科斯的儿子们——代伊勒翁、

τῆμος ἔθʼ, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·

奥托吕科斯和弗洛吉俄斯——在与赫拉克勒斯失散后,仍定居于此。

οἵ ῥα τόθʼ, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,

他们察觉到了这支英雄战船的到来,

σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·

便迎上前去坦诚相告自己的身世;

960

οὐδʼ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλʼ ἐνὶ νηί,

他们不愿继续长留于此,

Ἀργέσταο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.

乘着西北风旋即吹来之际登上了船。

τοῖσι δʼ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ

随后他们与这些人一同被疾风推送着,

λεῖπον Ἅλυν ποταμόν, λεῖπον δʼ ἀγχίρροον Ἶριν,

离开了哈吕斯河,离开了邻近奔流的伊里斯河,

ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δʼ αὐτῷ

也离开了亚述大地的冲积地;在同一天之内,

965

γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.

他们远远地绕过了拥有港湾的亚马逊人海岬。

ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην

昔日阿瑞斯的女儿墨拉尼珀走在前方,

ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα

英雄赫拉克勒斯曾在此设伏将她擒获,

Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν

希波吕忒为了救回姐妹,将一件金光闪闪的腰带作为赎金交给了他;

ἀμφὶ κασιγνήτης· ὁ δʼ ἀπήμονα πέμψεν ὀπίσσω.

赫拉克勒斯便将她安然放回。

970

τῆς οἵγʼ ἐν κόλπῳ, προχοαῖς ἔπι Θερμώδοντος,

他们将船泊在那片海湾中、忒耳摩冬河的河口处,

κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.

因为在他们前行之时大海掀起了波浪。

τῷ δʼ οὔτις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα

没有哪一条河流可与这条河相匹敌,

τόσσʼ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.

也没有哪一条河能将自身如此众多的支流分流泼洒于大地之上。

τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα

若有人逐一清点,距一百之数尚欠其四;

975

πεμπάζοι·3 μία δʼ οἴη ἐτήτυμος ἔπλετο πηγή.ἡ μέν τʼ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδε

然而其真正的源头却仅有一处。

ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι.

那水流从群峰高耸的大山——人们称之为亚马逊山脉——流向大陆平原;

ἔνθεν δʼ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν

从那里起,它笔直地流向内陆更为险峻的土地;

ἀντικρύ· τῶ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι·

因此它的河道迂回曲折;

980

αἰεὶ δʼ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα

每逢遭遇最为低洼的平原,

ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἡ μὲν ἄπωθεν,

它便一次次蜿蜒转向各方;有的支流在遥远处,

语法注3 条
  1. 2.915οὐ μέν θην προτέρω ἔτʼ ἐμέτρεον

    动词 ἐμέτρεον 字面意为“测量”,但在航海语境中省略了如 πλόον 这样的宾语,属于表示“丈量程途、继续航行”的习用表达。此处意为“他们不再继续向前航行”。

  2. 2.950ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν

    由关系代词 ὅ 结合助词 κεν (ἄν) 和希求法 ἰθύσειεν 构成的关系从句。在过去时主动词(νεῦσε)所引导的间接引语语境中,从过去的视角表达说话者原本的不定未来或泛指条件。

  3. 2.974τετράκις εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα πεμπάζοι

    由条件从句 εἰ + 希求法 (πεμπάζοι) 与主句 κεν + 希求法 (δεύοιτό κεν) 构成的潜在条件句。动词 δεύομαι 意为“欠缺、差少许未达”,此处 τετράκις 作“四”解,配 εἰς ἑκατόν(至一百),表示“若逐一清点,距一百之数尚欠其四”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.905-2.981