← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§2.830-2.904

提费斯病逝与安开奥斯掌舵启航

伊德蒙死后,舵手提费斯也染病身亡,阿尔戈英雄们陷入绝望;但受赫拉鼓舞的安开奥斯挺身担任新舵手,船队重新启航。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
830

καπρίου· ἔσσυτο δʼ αὖτις ἐναντίος· ἀλλά μιν Ἴδας

瞄准野猪掷去;而那凶兽又迎面猛冲过来。但伊达斯刺中了它,

οὔτασε, βεβρυχὼς δὲ θοῷ περικάππεσε δουρί.

它咆哮着倒在疾速的枪头上。

καὶ τὸν μὲν χαμάδις λίπον αὐτόθι πεπτηῶτα·

他们把野猪就地扔下;同伴们则满怀悲伤,

τὸν δʼ ἕταροι ἐπὶ νῆα φέρον ψυχορραγέοντα,

将气息奄奄的伊德蒙抬回船上,

ἀχνύμενοι, χείρεσσι δʼ ἑῶν ἐνικάτθανʼ ἑταίρων.

他在自己同伴的手臂中咽下了最后一口气。

835

ἔνθα δὲ ναυτιλίης μὲν ἐρητύοντο μέλεσθαι,

于是他们不再顾及航海之事,

ἀμφὶ δὲ κηδείῃ νέκυος μένον ἀσχαλόωντες.

怀着深切的悲痛守在一旁为亡者料理丧礼。

ἤματα δὲ τρία πάντα γόων· ἑτέρῳ δέ μιν ἤδη

整整三天他们都在痛哭;

τάρχυον μεγαλωστί· συνεκτερέιζε δὲ λαὸς

第四天他们便隆重地将他安葬入土。

αὐτῷ ὁμοῦ βασιλῆι Λύκῳ· παρὰ δʼ ἄσπετα μῆλα,

吕科斯国王亲自率领他的臣民一同参加丧礼,并按照祭奠死者的习俗,

840

ἣ θέμις οἰχομένοισι, ταφήια λαιμοτόμησαν.

割喉宰杀了无数的绵羊作为随葬祭品。

καὶ δή τοι κέχυται τοῦδʼ ἀνέρος ἐν χθονὶ κείνῃ

在那片土地上确曾为这名男子筑起坟冢,

τύμβος· σῆμα δʼ ἔπεστι καὶ ὀψιγόνοισιν ἰδέσθαι,

上面立着一根取自船上的野橄榄木滚木,

νηίου ἐκ κοτίνοιο φάλαγξ· θαλέθει δέ τε φύλλοις

即使后世之人也能看见,

ἄκρης τυτθὸν ἔνερθʼ Ἀχερουσίδος. εἰ δέ με καὶ τὸ

它在阿刻戎西亚岬角稍下方抽枝发芽、绿叶繁茂。

845

χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι,1

若在缪斯的启示下我也当直言述说此事,

τόνδε πολισσοῦχον διεπέφραδε Βοιωτοῖσιν

那便是福玻斯曾明令指示维奥蒂亚人和尼萨亚人,

Νισαίοισί τε Φοῖβος ἐπιρρήδην ἱλάεσθαι,

应将此人作为城邦守护神来崇祀,

ἀμφὶ δὲ τήνγε φάλαγγα παλαιγενέος κοτίνοιο

并环绕这根古老的野橄榄滚木筑城;然而直至今日,

ἄστυ βαλεῖν· οἱ δʼ ἀντὶ θεουδέος Αἰολίδαο

他们尊崇的却不是敬畏神明的埃奥洛斯后裔伊德蒙,

850

Ἴδμονος εἰσέτι νῦν Ἀγαμήστορα κυδαίνουσιν.

而是阿伽墨斯托尔。

τίς γὰρ δὴ θάνεν ἄλλος; ἐπεὶ καὶ ἔτʼ αὖτις ἔχευαν

那么,还有谁死去了呢?

ἥρωες τότε τύμβον ἀποφθιμένου ἑτάροιο.

因为随后英雄们又为一位死去的同伴筑起了坟冢。

δοιὰ γὰρ οὖν κείνων ἔτι σήματα φαίνεται ἀνδρῶν.

确实,那些人的两座标志至今仍历历可见。

Ἁγνιάδην Τῖφυν θανέειν φάτις· οὐδέ οἱ ἦεν

相传哈格尼亚斯之子提费斯死去了;

855

μοῖρʼ ἔτι ναυτίλλεσθαι ἑκαστέρω. ἀλλά νυ καὶ τὸν

他的命运不容他再驶向更远的地方。

αὖθι μινυνθαδίη πάτρης ἑκὰς εὔνασε νοῦσος,

就在众人安葬阿巴斯之子遗体之时,

εἰσότʼ Ἀβαντιάδαο νέκυν κτερέιξεν ὅμιλος.

一场突如其来的短疾让他在远离故土的此地长眠。

ἄτλητον δʼ ὀλοῷ ἐπὶ πήματι κῆδος ἕλοντο.

在致命的祸害之上,他们又承受了难以忍受的悲痛。

δὴ γὰρ ἐπεὶ καὶ τόνδε παρασχεδὸν ἐκτερέιξαν

因为当他们在这附近就地将这人也安葬完毕后,

860

αὐτοῦ, ἀμηχανίῃσιν ἁλὸς προπάροιθε πεσόντες,

因绝望而瘫倒在海滩前,

ἐντυπὰς εὐκήλως εἰλυμένοι οὔτε τι σίτου

裹着斗篷默默躺卧,

μνώοντʼ οὔτε ποτοῖο· κατήμυσαν δʼ ἀχέεσσιν

既不想吃也不想喝;他们因悲伤而心灵消沉,

θυμόν, ἐπεὶ μάλα πολλὸν ἀπʼ ἐλπίδος ἔπλετο νόστος.

因为归乡的希望已变得极其渺茫。

καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο,

如果不是赫拉将非凡的勇气注入安开奥斯心中,

865

εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη

他们悲痛地在此逗留的时间还要更长。

θάρσος,2 ὃν Ἰμβρασίοισι παρʼ ὕδασιν Ἀστυπάλαια

安开奥斯是阿斯图帕莱亚在因布拉索斯河畔为波塞冬所生;

τίκτε Ποσειδάωνι· περιπρὸ γὰρ εὖ ἐκέκαστο

他在掌舵方面技艺极高超。

ἰθύνειν, Πηλῆα δʼ ἐπεσσύμενος προσέειπεν·

他快步走到佩勒乌斯面前说道:

‘Αἰακίδη, πῶς καλὸν ἀφειδήσαντας ἀέθλων

“埃阿科斯之子啊,我们丢下艰巨的事业而在异国他乡久留,

870

γαίῃ ἐν ἀλλοδαπῇ δὴν ἔμμεναι; οὐ μὲν ἄρηος

这成何体统?

ἴδριν ἐόντά με τόσσον ἄγει μετὰ κῶας Ἰήσων

伊阿宋带我离开帕耳忒尼亚远涉重洋追寻金羊毛,

παρθενίης ἀπάνευθεν, ὅσον τʼ ἐπιίστορα νηῶν.

并非因为我长于战阵,而是因为我精通航船。

τῶ μή μοι τυτθόν γε δέος περὶ νηὶ πελέσθω.

因此对于船只,请千万不要有半点畏惧。

ὧς δὲ καὶ ὧλλοι δεῦρο δαήμονες ἄνδρες ἔασιν,

同样,这里还有其他熟谙水性之人,

875

τῶν ὅτινα πρύμνης ἐπιβήσομεν, οὔτις ἰάψει

无论我们让哪一位登上船尾,

ναυτιλίην. ἀλλʼ ὦκα, παραιφάμενος τάδε πάντα,

都不会让航程受损。快去吧,用这些话劝告大家,

θαρσαλέως ὀρόθυνον ἐπιμνήσασθαι ἀέθλου.’

鼓起勇气激励他们重记起征途!”

ὧς φάτο· τοῖο δὲ θυμὸς ὀρέξατο γηθοσύνῃσιν.

他这番话说完,佩勒乌斯的心中涌起欣喜。

αὐτίκα δʼ οὐ μετὰ δηρὸν ἐνὶ μέσσοις ἀγόρευσεν·

他立即毫不迟疑地在众人中间高声说道:

880

‘δαιμόνιοι, τί νυ πένθος ἐτώσιον ἴσχομεν αὔτως;

“朋友们啊,我们何苦在此徒劳地悲伤度日?

οἱ μὲν γάρ ποθι τοῦτον, ὃν ἔλλαχον, οἶτον ὄλοντο·

那些人固然是遭遇了分定给他们的命运而死去;

ἡμῖν δʼ ἐν γὰρ ἔασι κυβερνητῆρες ὁμίλῳ,

但在我们这支队伍中还有舵手,

καὶ πολέες. τῶ μή τι διατριβώμεθα πείρης·

而且为数不少!因此我们绝不要拖延这次考验;

ἀλλʼ ἔγρεσθʼ εἰς ἔργον, ἀπορρίψαντες ἀνίας.’

抖擞精神投入劳作,抛开忧伤吧!”

885

τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀμηχανέων προσέειπεν·

埃宋之子却困惑不解地回答道:

‘Αἰακίδη, πῇ δʼ οἵδε κυβερνητῆρες ἔασιν;

“埃阿科斯之子,这些舵手究竟在哪里?

οὓς μὲν γὰρ τὸ πάροιθε δαήμονας εὐχόμεθʼ εἶναι,

昔日我们夸口精熟技艺的那些人,

οἱ δὲ κατηφήσαντες ἐμεῦ πλέον ἀσχαλόωσιν.τῶ καὶ ὁμοῦ φθιμένοισι κακὴν προτιόσσομαι ἄτην,

此刻垂头丧气,比我还要沮丧。

890

εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο

因此我也预见到了同死者一道的险恶的覆灭——若既无法到达可怕的埃厄忒斯的城邦,

ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι

又无法穿过撞岩重返希腊大地,

πετράων ἔκτοσθε, κατʼ αὐτόθι δʼ ἄμμε καλύψει3

而是在此无声无息地被厄运吞没,

ἀκλειῶς κακὸς οἶτος, ἐτώσια γηράσκοντας.’

徒劳地耗尽残年。”

ὧς ἔφατʼ· Ἀγκαῖος δὲ μάλʼ ἐσσυμένως ὑπέδεκτο

他这样说着;但安开奥斯却极热切地答应承担驾驶快船之责,

895

νῆα θοὴν ἄξειν· δὴ γὰρ θεοῦ ἐτράπεθʼ ὁρμῇ.

因为他确实受到了神意的催促。

τὸν δὲ μετʼ Ἐργῖνος καὶ Ναύπλιος Εὔφημός τε

在他之后,厄尔吉诺斯、

ὤρνυντʼ, ἰθύνειν λελιημένοι. ἀλλʼ ἄρα τούσγε

瑙普利奥斯和欧斐摩斯也纷纷站起,渴望掌舵。然而众人拦住了他们,

ἔσχεθον· Ἀγκαίῳ δὲ πολεῖς ᾔνησαν ἑταίρων.

多数同伴推举了安开奥斯。

Ἠῷοι δἤπειτα δυωδεκάτῳ ἐπέβαινον

及至第十二天的黎明,他们登上了船;

900

ἤματι· δὴ γάρ σφιν ζεφύρου μέγας οὖρος ἄητο.

因为强劲的西风正为他们吹拂。

καρπαλίμως δʼ Ἀχέροντα διεξεπέρησαν ἐρετμοῖς,

他们急促地荡桨穿过了阿刻戎河口,

ἐκ δʼ ἔχεαν πίσυνοι ἀνέμῳ λίνα, πουλὺ δʼ ἐπιπρὸ

倚仗着顺风扬起风帆,在舒展的风帆下劈波斩浪,

λαιφέων πεπταμένων τέμνον πλόον εὐδιόωντες.

在晴朗的天气中破海远航。

ὦκα δὲ Καλλιχόροιο παρὰ προχοὰς ποταμοῖο

不久,他们便驶过了卡利霍罗斯河的河口。

语法注3 条
  1. 2.844εἰ δέ με καὶ τὸ / χρειὼ ἀπηλεγέως Μουσέων ὕπο γηρύσασθαι

    名词 χρειώ(必要)作谓语、省略了连系动词 ἐστί 的非人称结构,支配带不定式的宾格句(με... γηρύσασθαι),意为“如果在缪斯的启示下我也必须直言宣告此事”。

  2. 2.864καί νύ κʼ ἔτι προτέρω τετιημένοι ἰσχανόωντο, / εἰ μὴ ἄρʼ Ἀγκαίῳ περιώσιον ἔμβαλεν Ἥρη / θάρσος

    非真实条件句(与过去事实相反)。主句(κʼ... ἰσχανόωντο)由小词 κεν (ἄν) 配合未完成过去时直陈式构成,表示过去可能持续的状态(“他们本会继续逗留”);从句(εἰ μὴ... ἔμβαλεν)使用 εἰ μή 配合不定过去时直陈式,表示过去发生的阻断事件(“若非赫拉注入了勇气”)。

  3. 2.890εἰ δὴ μήτʼ ὀλοοῖο μετὰ πτόλιν Αἰήταο / ἔσσεται, ἠὲ καὶ αὖτις ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι / πετράων ἔκτοσθε, κατʼ αὐτόθι δʼ ἄμμε καλύψει

    承接前文动词 προτιόσσομαι(预感、担忧)的从属分句。连词 μήτε... ἠέ(既不……也不……)并列了两种可能:非人称未来时 ἔσσεται 统领前往埃厄忒斯之城的动作,后与不定式 ἱκέσθαι(返回)平行,最后由 κατʼ... καλύψει(分辞法 tmesis,未来时直陈式)作为结果分句连接,指恶运将覆盖他们。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.830-2.904