← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§2.74-2.148

波吕丢刻斯击杀阿密科斯与击溃贝布律客斯人

波吕丢刻斯机智地避开阿密科斯的沉重一击并施以致命反击将其击毙,随后阿尔戈英雄们击溃了蜂拥而上的贝布律客斯人,并掠夺了他们的营地与牲畜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
74

ὧς ὅγε Τυνδαρίδην φοβέων ἕπετʼ, οὐδέ μιν εἴα

阿密科斯就这样逼迫着廷达瑞奥斯之子,

75

δηθύνειν. ὁ δʼ ἄρʼ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν

令他不得停歇。然而波吕丢刻斯凭借自己的智谋始终未曾负伤,

ἀίσσοντʼ ἀλέεινεν· ἀπηνέα δʼ αἶψα νοήσας

不断避开对手的猛扑。当他迅速摸清了对方凶残的拳术,

πυγμαχίην, ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων,1

洞察其力量在何处不可阻挡、

στῆ ῥ̓ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.

在何处存在破绽之后,便坚决地立定身形,拳拳相对地展开交锋。

ὡς δʼ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις

正如造船匠人将船材紧钉在尖楔上,

80

ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες

连番挥舞大锤击打,

θείνωσι σφύρῃσιν, ἐπʼ ἄλλῳ δʼ ἄλλος ἄηταιδοῦπος ἄδην· ὧς τοῖσι παρήιά τʼ ἀμφοτέρωθεν

沉重的敲击声不绝于耳;

καὶ γένυες κτύπεον· βρυχὴ δʼ ὑπετέλλετʼ ὀδόντων

他们的面颊与下颌也在两侧被击得砰砰作响。可怖的咬牙切齿声四起,

ἄσπετος, οὐδʼ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες,

他们寸步不让地连续击打,

85

ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.

直到致命的喘息将二人双双压倒。

στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων

他们稍稍退开站立,抹去额头上大片的汗水,

ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.

剧烈地呼出疲惫的气息。

ἂψ δʼ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω

随即他们再度正面冲向彼此,

φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.

宛若两头为争夺牧场母牛而发怒相斗的公牛。

90

ἔνθα δʼ ἔπειτʼ Ἄμυκος μὲν ἐπʼ ἀκροτάτοισιν ἀερθείς,

这时阿密科斯踮起脚尖,

βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν

如屠牛者般挺直身躯,

χεῖρʼ ἐπὶ οἷ πελέμιξεν· ὁ δʼ ἀίξαντος ὑπέστη,

沉重的巨拳呼啸着砸向对手。波吕丢刻斯却敏捷地避开其冲势,

κρᾶτα παρακλίνας, ὤμῳ δʼ ἀνεδέξατο πῆχυν

将头一侧,仅用肩膀略微挡下了对方的小臂;

τυτθόν· ὁ δʼ ἄγχʼ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμείβων2

紧接着他贴身而进,膝盖交错切入,

95

κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δʼ εἴσω

借着冲劲猛击其耳上方,

ῥῆξεν· ὁ δʼ ἀμφʼ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δʼ ἰάχησαν

击碎了内侧的头骨。阿密科斯痛得双膝跪倒在地;

ἥρωες Μινύαι· τοῦ δʼ ἀθρόος ἔκχυτο θυμός.

敏亚斯人的英雄们齐声欢呼,而他的生命在瞬间倾泻殆尽。

οὐδʼ ἄρα Βέβρυκες ἄνδρες ἀφείδησαν βασιλῆος·

贝布律客斯人亦未坐视自己的国王倒下;

ἀλλʼ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους

他们一齐举起沉重的木棒与标枪,

100

ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.

径直冲向波吕丢刻斯。

τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγανʼ ἑταῖροι

然而在他身前,

ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ

同伴们已拔出鞘中锋利的宝剑列队阻拦。

ἤλασʼ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἡ δʼ ἑκάτερθεν

卡斯托耳率先斩击一名冲来的敌人头部,那头颅向两侧裂开,

ἔνθα καὶ ἔνθʼ ὤμοισιν ἐπʼ ἀμφοτέροις ἐκεάσθη.

分别垂落在左右肩膀上。

105

αὐτὸς δʼ3 Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,

波吕丢刻斯自己则迎向身材魁梧的伊提摩纽斯与弥玛斯:

τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας

他飞身而起,

πλῆξε, καὶ ἐν κονίῃσι βάλεν· τοῦ δʼ ἆσσον ἰόντος

以迅捷之足飞踢前者胸下,将其踹翻在尘土中;

δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,

当后者逼近时,他又挥起右拳猛击其左眉上方,

δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δʼ ὑπελείπετʼ ὀπωπή.Ὠρεΐδης δʼ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων

撕裂了眼睑,令裸露的眼球显露在外。

οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,

阿密科斯座下自恃勇力而傲慢的随从奥瑞阿得斯刺中了比阿斯之子塔拉奥斯的腰肋,

ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δʼ ἐπὶ δέρματι μοῦνον

却未能将其击毙;青铜枪尖未伤及内脏,

νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός.

仅在腰带下方擦破了表皮。

αὔτως δʼ Ἄρητος μενεδήιον Εὐρύτου υἷαἼφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,

阿瑞托斯同样挥舞干燥的硬木棒重击击退了欧律托斯骁勇的儿子伊菲托斯,

οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχʼ ἔμελλεν

然而后者尚未注定遭遇厄运,

αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.

反倒是阿瑞托斯自己很快就要丧命于克吕提奥斯的剑下。

καὶ τότʼ ἄρʼ Ἀγκαῖος Λυκοόργοιο θρασὺς υἱὸς

就在此时,

αἶψα μάλʼ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινὸν

吕枯耳戈斯英勇的儿子安开奥斯迅速高举巨斧,左手擎着黑色熊皮,

120

ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ

狂怒地冲入贝布律客斯人群中;

ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο

埃阿科斯的后裔与他并肩冲锋,

Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτʼ Ἰήσων.

尚武的伊阿宋亦随之奋起。

ὡς δʼ ὅτʼ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλʼ ἐφόβησανἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες

正如严冬之日灰狼潜过嗅觉灵敏的猎犬与牧人,

125

λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων,

突袭羊圈中无数的羊群,一面警惕地四下打量,

μαίονται δʼ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,

一面扑向最先能够捕获的猎物,

πόλλʼ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὔτωςστείνονται πίπτοντα περὶ σφίσιν· ὧς ἄρα τοίγε

羊群则在四面八方自相践踏挤压;

λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.

他们便这样凄惨地击溃了傲慢的贝布律客斯人。

130

ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρεςἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,

又如牧人或蜂农在岩洞中用烟熏取庞大的蜂群,

αἱ δʼ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ

蜜蜂起初在巢中嗡嗡乱作一团,

βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι

随后被呛人的浓烟熏得四散飞离岩石;

καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν·

贝布律客斯人亦无法长久坚守,

135

ὧς οἵγʼ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλʼ ἐκέδασθεν

纷纷溃散逃往内陆,

εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες·

去宣告阿密科斯的死讯。

νήπιοι, οὐδʼ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο

愚蠢的人们啊,

πῆμʼ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαὶἠδʼ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο

他们全然不知另一场致命的灾难早已迫在眉睫。原来趁着国王不在,

140

καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος.

他们的果园与田庄正遭到吕科斯与玛利安狄诺斯人敌对长矛的劫掠;

αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.

因他们素来为了富含铁矿的土地争战不休。

οἱ δʼ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον·

此时英雄们已在劫掠牲口棚与营地,

ἤδη δʼ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο

截获并驱赶着无数的羊群;

ἥρωες, καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν·

席间有人开口说道:“想一想吧,

145

‘Φράζεσθʼ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,

若是神明设法把赫拉克勒斯也带到这里,

εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρʼ ἐκόμισσε??.4

凭他们这般怯懦,又会做出什么事来!

ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα

我深信只要有他在场,

οὐδʼ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλʼ ὅτε θεσμοὺς

争斗甚至绝不会靠拳术来裁决;而是当……规矩……”

语法注4 条
  1. 2.77ᾗ κάρτος ἀάατος, ᾗ τε χερείων

    成对使用的关系副词 ᾗ 作状语,表示范围或方面(“在何处/在哪些方面”)。此处表现波吕丢刻斯对阿密科斯战术特征的冷静观察,辨明其何处力量刚猛、何处露出破绽。

  2. 2.94παρὲκ γόνυ γουνὸς ἀμείβων

    介词 παρέκ 支配属格 γουνός,字面意为“使自己的膝盖交错穿过对方的膝侧”。极其写实地描绘了拳击手闪进内围、贴身切入对手死角的步法技巧。

  3. 2.105αὐτὸς δʼ

    强调代词,与前句提及的卡斯托耳(πρῶτός γε μὲν ἀνέρα Κάστωρ ἤλασʼ)形成对比。语境中指代决斗的主角波吕丢刻斯本人;在卡斯托耳率先拔剑斩敌之后,波吕丢刻斯自身亦徒手施展拳脚制服来袭之敌。

  4. 2.145Φράζεσθʼ ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν, εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρʼ ἐκόμισσε

    过去与事实相反的虚拟条件句(反事实假设)。条件从句 εἴ... ἐκόμισσε(不定过去时直陈式)与间接疑问结果从句 ὅττι κεν... ἔρεξαν(语气词 κεν 搭配不定过去时直陈式)相呼应,意为“倘若神明将赫拉克勒斯也带到了这里,以他们的怯懦又会做出什么事来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.74-2.148