← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§2.1-2.73

阿密科斯的挑战与波吕丢刻斯应战

阿尔戈英雄们抵达贝布律客斯人之邦,残暴的国王阿密科斯傲慢地蔑视他们,要求按其残暴法规派遣一人进行拳术决斗。波吕丢刻斯挺身迎战,双方卸下衣装并缠上皮条,展开对决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἔνθα δʼ ἔσαν σταθμοί τε βοῶν αὖλίς τʼ Ἀμύκοιο,Βεβρύκων βασιλῆος ἀγήνορος, ὅν ποτε νύμφη

那里有贝布律客斯人傲慢的国王阿密科斯的牛棚与居所;

τίκτε Ποσειδάωνι Γενεθλίῳ εὐνηθεῖσα

昔日一位比提尼亚宁芙墨利亚与赐育之神波塞冬同衾,

Βιθυνὶς Μελίη, ὑπεροπληέστατον ἀνδρῶν·

生下了他,他是世人中最狂妄之徒。

5

ὅς τʼ ἐπὶ καὶ ξείνοισιν ἀεικέα θεσμὸν ἔθηκεν,

他甚至对异邦人立下了严苛的不义之法:

μήτινʼ ἀποστείχειν, πρὶν πειρήσασθαι ἑοῖο

在未与他的拳技较量之前,任何人不得离去;

πυγμαχίης· πολέας δὲ περικτιόνων ἐδάιξεν.

他已残杀了邻近部落的许多人。

καὶ δὲ τότε προτὶ νῆα κιών, χρειώ μιν ἐρέσθαι

此时他也来到船旁,

ναυτιλίης, οἵ τʼ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν,1

竟傲慢地蔑视任何询问他们航海缘由或身份的必要,径自在众人之中吐出这番话:

10

τοῖον δʼ ἐν πάντεσσι παρασχεδὸν ἔκφατο μῦθον·

“听着,

‘Κέκλυθʼ, ἁλίπλαγκτοι, τάπερ ἴδμεναι ὔμμιν ἔοικεν.

海上的漂泊者,知道此事对你们才合宜。

οὔτινα θέσμιόν ἐστιν ἀφορμηθέντα νέεσθαι

凡靠近贝布律客斯人的外邦男子,

ἀνδρῶν ὀθνείων, ὅς κεν Βέβρυξι πελάσσῃ,

在双手未与我的双手相交前,

πρὶν χείρεσσιν ἐμῇσιν ἑὰς ἀνὰ χεῖρας ἀεῖραι.

绝无起程返回的道理。

15

τῶ καί μοι τὸν ἄριστον ἀποκριδὸν οἶον ὁμίλου

因此,你们从众人中挑出最优秀的一人,

πυγμαχίῃ στήσασθε καταυτόθι δηρινθῆναι.

立在原地与我较量拳术。

εἰ δʼ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας,2

若是你们轻慢忽视,践踏我的法规,

ἦ κέν τις στυγερῶς κρατερὴ ἐπιέψετʼ ἀνάγκη.’

必将有一场残暴而沉重的灾厄降临在你们头上。”

ἦ ῥα μέγα φρονέων· τοὺς δʼ ἄγριος εἰσαΐοντας

他极其傲慢地咆哮着;

20

εἷλε χόλος· περὶ δʼ αὖ Πολυδεύκεα τύψεν ὁμοκλή

听闻此言的人们心中升起狂烈的怒火。那呼喝声尤令波吕丢刻斯受到震撼。

αἶψα δʼ ἑῶν ἑτάρων πρόμος ἵστατο, φώνησέν τε·

他即刻挺身而出,站在同伴们前列说道:

‘ἴσχεο νῦν, μηδʼ ἄμμι κακήν, ὅτις εὔχεαι εἶναι,

“住口吧,无论你自夸是谁,休对我们显露残暴的蛮力;

φαῖνε βίην· θεσμοῖς γὰρ ὑπείξομεν, ὡς ἀγορεύεις.

我们自会遵从你的法规,如你所言。

αὐτὸς ἑκὼν ἤδη τοι ὑπίσχομαι ἀντιάασθαι.’

我自己甘愿立誓上前迎战你。”

25

ὧς φάτʼ ἀπηλεγέως· ὁ δʼ ἐσέδρακεν ὄμμαθʼ ἑλίξας,

他毫不畏惧地这样说;而对方转动眼珠怒视着他,

ὥστε λέων ὑπʼ ἄκοντι τετυμμένος, ὅν τʼ ἐν ὄρεσσιν

宛如一头被标枪刺中的雄狮,

ἀνέρες ἀμφιπένονται· ὁ δʼ ἰλλόμενός περ ὁμίλῳ

在山野间被猎人们包围;它虽被围困在人群中,

τῶν μὲν ἔτʼ οὐκ ἀλέγει,3 ἐπὶ δʼ ὄσσεται οἰόθεν οἶον

却不再理会其余的人,

ἄνδρα τόν, ὅς μιν ἔτυψε παροίτατος, οὐδʼ ἐδάμασσεν.

只凝视着那唯一最初刺伤它却未能将其降伏的男子。

30

ἔνθʼ ἀπὸ Τυνδαρίδης μὲν ἐύστιπτον θέτο φᾶρος

此时,

λεπταλέον, τό ῥά οἵ τις ἑὸν ξεινήιον εἶναιὤπασε Λημνιάδων· ὁ δʼ ἐρεμνὴν δίπτυχα λώπην

廷达瑞奥斯之子脱下了那件织造精细轻薄的披风——那是列姆诺斯的一位女子赠与他的宾客信物;

αὐτῇσιν περόνῃσι καλαύροπά τε τρηχεῖαν

而阿密科斯则连同饰针抛下了那件深黑的双层粗袍,

κάββαλε, τὴν φορέεσκεν, ὀριτρεφέος κοτίνοιο.

以及他平时随身携带的、用山生野橄榄木制成的粗糙牧杖。

35

αὐτίκα δʼ ἐγγύθι χῶρον ἑαδότα παπτήναντες

他们随即在附近觅得一块合宜的场地,

ἷζον ἑοὺς δίχα πάντας ἐνὶ ψαμάθοισιν ἑταίρους,

让同伴们在沙滩上分坐两旁;

οὐ δέμας, οὐδὲ φυὴν ἐναλίγκιοι εἰσοράασθαι.

二人无论体态还是相貌,望去全然不同。

ἀλλʼ ὁ μὲν ἢ ὀλοοῖο Τυφωέος, ἠὲ καὶ αὐτῆς

一人仿佛是毁灭性的堤丰之子,

γαίης εἶναι ἔικτο πέλωρ τέκος, οἷα πάροιθενχωομένη Διὶ τίκτεν· ὁ δʼ οὐρανίῳ ἀτάλαντος

或是大地自身往昔因对宙斯怀怒而产下的那种可怕巨怪之子;

ἀστέρι Τυνδαρίδης, οὗπερ κάλλισται ἔασιν

而廷达瑞奥斯之子宛若天上的星辰,

ἑσπερίην διὰ νύκτα φαεινομένου ἀμαρυγαί.

其光芒在黄昏的夜色中熠熠生辉、最为绝美。

τοῖος ἔην Διὸς υἱός, ἔτι χνοάοντας ἰούλους

宙斯之子正是如此,颊上刚生出茸茸微须,

ἀντέλλων, ἔτι φαιδρὸς ἐν ὄμμασιν. ἀλλά οἱ ἀλκὴ

双目依旧清澈明亮。

45

καὶ μένος ἠύτε θηρὸς ἀέξετο· πῆλε δὲ χεῖρας

然而他的胆魄与豪气如野兽般勃发;他甩动着双臂,

πειράζων, εἴθʼ ὡς πρὶν ἐυτρόχαλοι φορέονται,

试探它们是否如昔日般灵活转动,

μηδʼ ἄμυδις καμάτῳ τε καὶ εἰρεσίῃ βαρύθοιεν

而未被劳顿与划桨所重压困顿。

οὐ μὰν αὖτʼ Ἄμυκος πειρήσατο· σῖγα δʼ ἄπωθεν

阿密科斯却毫不试探;他默默地站在远处,

ἑστηὼς εἰς αὐτὸν ἔχʼ ὄμματα, καί οἱ ὀρέχθει

双眼紧盯着对手,

50

θυμὸς ἐελδομένῳ στηθέων ἐξ αἷμα κεδάσσαι.

胸中翻腾着渴望让对方胸口血肉模糊的狂暴心意。

τοῖσι δὲ μεσσηγὺς θεράπων Ἀμύκοιο Λυκωρεὺς

在他们中间,

θῆκε πάροιθε ποδῶν δοιοὺς ἑκάτερθεν ἱμάντας

阿密科斯的侍从吕科柔斯在各自脚前放下了两副未经揉制、

ὠμούς, ἀζαλέους, περὶ δʼ οἵγʼ ἔσαν ἐσκληῶτες.

干燥且极其僵硬的生牛皮条。

αὐτὰρ ὁ τόνγʼ ἐπέεσσιν ὑπερφιάλοισι μετηύδα·

阿密科斯随即便以狂妄的言辞对他说道:

55

‘τῶνδέ τοι ὅν κʼ ἐθέλῃσθα, πάλου ἄτερ ἐγγυαλίξω

“在这两副皮条中,你想要哪一副,

αὐτὸς ἑκών, ἵνα μή μοι ἀτέμβηαι μετόπισθεν.

我都无需抽签而甘心拱手相让,免得你日后埋怨于我。

ἀλλὰ βάλευ περὶ χειρί· δαεὶς δέ κεν ἄλλῳ ἐνίσποις,

只管把它裹在手上吧;领教之后,你便能向他人述说,

ὅσσον ἐγὼ ῥινούς τε βοῶν περίειμι ταμέσθαι

在切割干燥牛皮与使男人的面颊染满鲜血上,

ἀζαλέας, ἀνδρῶν τε παρηίδας αἵματι φύρσαι.’

我究竟是何等技高一筹。”

60

ὧς ἔφατʼ· αὐτὰρ ὅγʼ οὔτι παραβλήδην ἐρίδηνεν.

他这样说,但波吕丢刻斯全然不作争辩。

ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,

他微微一笑,

τοὺς ἕλεν ἀπροφάτως· τοῦ δʼ ἀντίος ἤλυθε Κάστωρ

毫不迟疑地拿起了放置在自己脚前的那副皮条;

ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας· ὦκα δʼ ἱμάντας

卡斯托耳与比阿斯之子伟大的塔拉奥斯来到他身旁,

ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν.

迅速为他缠上皮条,再三鼓励他奋勇作战。

65

τῷ δʼ αὖτʼ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν

另一旁,阿瑞托斯和俄耳纽托斯则上前为阿密科斯绑缚;愚蠢的人啊,

νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐν αἴσῃ.

他们全然不知在厄运之下,自己正为他绑上此生最后的束带。

οἱ δʼ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,

当两人各自用皮条穿戴齐备,

αὐτίκʼ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας

便立刻在面庞前举起沉重的双拳,

χεῖρας, ἐπʼ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.

相互逼近,喷薄着逼人的战气。

70

ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅ τε κῦμα θαλάσσης

此时贝布律客斯人的国王猛冲上前,

τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἡ δʼ ὑπὸ τυτθὸν

宛若汹涌的海浪狂暴地扑向疾驰的航船,

ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,

而航船凭借老练舵手的精湛技艺堪堪避开,

ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,

尽管巨浪正竭力想越过舷墙倾泻而入——

语法注3 条
  1. 2.8χρειώ μιν ἐρέσθαι ναυτιλίης, οἵ τʼ εἶεν, ὑπερβασίῃσιν ἄτισσεν

    动词 ἄτισσεν(蔑视、轻慢)以抽象名词 χρειώ(必要、事由)为直接宾语。不定式 ἐρέσθαι(询问)充当 χρειώ 的同格修饰语或说明语,其后接代词宾语 μιν(他们),并统辖表示主题的属格 ναυτιλίης(关于航海)以及间接疑问句 οἵ τʼ εἶεν(他们是谁)。全句意为“出于狂妄,他蔑视了询问他们航海缘由及身份的必要”。

  2. 2.17εἰ δʼ ἂν ἀπηλεγέοντες ἐμὰς πατέοιτε θέμιστας

    条件从句的前件中出现了 εἰ ἄν 搭配希求法(πατέοιτε)的史诗特殊用法。在古典散文中 εἰ ἄν(即 ἐάν/ἤν)通常接虚拟法,但在荷马及希腊化诗歌中,ἄν 有时附于希求法条件从句中表达未来的假定。后件则以 ἦ κέν ... ἐπιέψετʼ(肯定小辞 ἦ 与语气词 κεν 搭配将来时直陈式)相呼应,构成极具威慑力的断言。

  3. 2.27ὁ δʼ ἰλλόμενός περ ὁμίλῳ / τῶν μὲν ἔτʼ οὐκ ἀλέγει

    在长喻(第26-29行)中,主语 ὁ(雄狮)后接表让步的分词短语 ἰλλόμενός περ ὁμίλῳ(虽然被众人包围,ὁμίλῳ 为处所或工具与格)。其后的 τῶν μὲν ... ἐπὶ δʼ ὄσσεται ... ἄνδρα τόν 构成了鲜明的对比结构:一方是狮子不再顾及的其他猎人(τῶν 为搭配动词 ἀλέγει 的属格),另一方则是它唯一死死盯住的、刺伤它的那名男子(ἄνδρα 为 ὄσσεται 的宾语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.1-2.73