- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.599-2.674
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在雅典娜的相助下,阿尔戈号成功穿过了撞岩,双岩从此永久固定。提费斯与伊阿宋的一番话鼓舞了众人的士气,全员连夜奋力划桨,终于在破晓时分抵达了梯尼亚斯岛。
σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι.1
她左手抵住坚石,右手猛力向前一推,使船疾行而出。
ἡ δʼ ἰκέλη πτερόεντι μετήορος ἔσσυτʼ ὀιστῷ.
那船如飞矢般凌空疾驰。
ἔμπης δʼ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα
然而那两座岩石正面对撞之下,
νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη
仍削去了船尾饰物的最高端。
Οὔλυμπόνδʼ ἀνόρουσεν, ὅτʼ ἀσκηθεῖς ὑπάλυξαν.
但在他们安然脱险之后,雅典娜便飞升回到了奥林匹斯。
πέτραι δʼ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν
而巨石则并合在一处,永久地生根固定于一隅;
νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν
这原是福乐诸神的命定:
ἐκ μακάρων, εὖτʼ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ.
一旦有人目睹它们并乘船安然穿过,岩石便归于静止。
οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο
英雄们这才从刺骨的恐惧中缓过气来,
ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσηςτῆλʼ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο
同时望向天空和远远展开的浩瀚海面;
σώεσθαι· Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων·
因为他们确实觉得自己宛如从冥府生还。提费斯率先开口说道:
‘ἔλπομαι αὐτῇ νηὶ τόγʼ ἔμπεδον ἐξαλέασθαι
“我相信,我们同这艘船一道已彻底逃离了险境;
ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη,
除雅典娜之外,再无他人有此功绩。
ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος
当阿尔戈斯用木栓拼装船体时,
γόμφοισιν συνάρασσε· θέμις δʼ οὐκ ἔστιν ἁλῶναι.
正是她将神力吹入其中;这艘船注定不会沉沦。
Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν,
埃宋之子啊,既然神明已经赐我们逃脱了双岩之间,
εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν,
你就切勿再这般惧怕你那国王的命令了;
μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους
因为阿革诺尔之子菲纽斯曾说过,
εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.’
此后的考验必将易于化解。”
ἦ ῥʼ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν
他说着,便驾船沿着比提尼亚的大地,
νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγε
直向大海中央破浪前行。
μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν·
然而伊阿宋却用柔和的话语向他回应道:
‘Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι;
“提费斯,你为何要这般宽慰悲戚的我?
ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην.
我犯下了过错,陷入了可怕而无从挽回的盲目妄想中。
χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο
当珀利阿斯发号施令之时,
αὐτίκʼ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον
我本该当面坚决拒绝这次远征,
νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι·
即便我注定要被残忍地碎尸万段而死。
νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶναςἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα
可如今,我却深陷于无尽的恐惧与不堪忍受的忧虑之中,
νηὶ διαπλώειν, στυγέων δʼ, ὅτʼ ἐπʼ ἠπείροιο
既惧怕乘船航行在冰冷的海路上,又惧怕踏上陆地;
βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν.
因为到处都是敌意之人。
αἰεὶ δὲ στονόεσσαν ἐπʼ ἤματι νύκτα φυλάσσω,
自你们最初为了我的缘故聚集在一处起,
ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε,
在每一个白昼之后,
φραζόμενος τὰ ἕκαστα σὺ δʼ εὐμαρέως ἀγορεύεις
我都度过充满叹息的长夜,
οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε
思量着每一件事。可你却说得轻松,
εἷο μὲν οὐδʼ ἠβαιὸν ἀτύζομαι·2 ἀμφὶ δὲ τοῖο
倒像只顾惜你自己的性命;然而对于我自身,我丝毫不曾惊恐;
καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδιʼ ἑταίρων
我平等地担忧着这个人,也担忧着那个人,担忧着你,
εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω.’
也担忧着其他同伴,生怕我无法将你们毫发无损地带回希腊大地。”
ὧς φάτʼ ἀριστήων πειρώμενος· οἱ δʼ ὁμάδησαν
他这般说着,旨在试探英雄们的心意;
θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη
众英雄用充满勇气的呼声齐声呐喊。在众人的呼喊声中,
κεκλομένων, καί ῥʼ αὖτις ἐπιρρήδην μετέειπεν·
伊阿宋心中感到宽慰,便再次公开对大家说道:
‘ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω.
“朋友们,在你们的英勇之中,我的勇气倍增。
τούνεκα νῦν οὐδʼ εἴ κε διὲξ Ἀίδαο βερέθρων
因此如今,即便要穿过冥府的深渊,
στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε
只要你们在艰巨的恐慌中坚如磐石,
ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλʼ ὅτε πέτρας
我便绝不再心怀恐惧。
Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτʼ ὀπίσσω
既然我们已经驶出了撞岩,
ἔσσεσθαι τοιόνδʼ ἕτερον φόβον, εἰ ἐτεόν γε
我认为只要我们真真切切地遵循菲纽斯的指引前行,
φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.’
此后就再也不会有这般可怖的险境了。”
ὧς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,
他言毕,众人便立刻收住了这些话语,
εἰρεσίῃ δʼ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε
不知疲倦地全力摇橹。很快,
Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης,
他们便驶过了奔流迅疾的瑞巴斯河与科罗涅绝壁,
ἄκρην δʼ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,
不久又绕过了黑色岬,
τῇ δʼ ἄρʼ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθενΔιψακὸς υἷʼ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,
接着来到了菲利斯河的入海口——昔日狄普萨库斯便是在那里,
ὁππόθʼ ἅμα κριῷ φεῦγεν πόλιν Ὀρχομενοῖο·
将同公羊一道逃离奥尔科墨诺斯城的阿塔玛斯之子迎入了自己的家中;
τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις
那是一位草地宁芙生下了他,
ἥνδανεν, ἀλλʼ ἐθελημὸς ἐφʼ ὕδασι πατρὸς ἑοῖο
他不喜强暴骄横之行,而是自愿与母亲同住在父亲的水流之畔,
μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων.
牧养海滨的羊群。
τοῦ μέν θʼ ἱερὸν αἶψα, καὶ εὐρείας ποταμοῖο
英雄们一边望着他的圣所、宽阔的河滩与平原,
ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην
以及深流的卡尔佩河,
δερκόμενοι παράμειβον, ὁμῶς δʼ ἐπὶ ἤματι νύκτα
一边疾驶而过;白昼过去,在无风的黑夜中,
νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντʼ ἐλάτῃσιν.
他们依然不知疲倦地挥动枞木船桨前行。
οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουρανἐργατίναι μογέουσι βόες, περὶ δʼ ἄσπετος ἱδρὼς
这正如当耕作的公牛在翻耕湿软的田地时劳作,
εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφιν
无尽的汗水从两肋和颈项涔涔流下,
λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀυτμὴ
它们在轭下斜侧着双眼,干渴的喘息声从口中不断咆哮,
αὐαλέη στομάτων ἄμοτον βρέμει· οἱ δʼ ἐνὶ γαίῃ
双蹄踏在泥土中整日劳作;
χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται.
英雄们正如它们一般,
τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.
奋力从咸水中拔出船桨。
ἦμος δʼ οὔτʼ ἄρ πω φάος ἄμβροτον, οὔτʼ ἔτι λίην
就在那不死神光尚未降临、
ὀρφναίη πέλεται, λεπτὸν δʼ ἐπιδέδρομε νυκτὶ
夜色亦不再深沉,微光划破夜幕,
φέγγος, ὅτʼ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,
苏醒的人们称之为破晓的时分,
τῆμος3 ἐρημαίης νήσου λιμένʼ εἰσελάσαντες
他们将船划入了荒僻的梯尼亚斯岛的港湾,
Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
在极度劳顿的疲惫中踏上了陆地。
τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν
这时,勒托之子正从吕基亚归来……
- 2.599διαμπερὲς ὦσε φέρεσθαι
动词 ὦσε(推)后面的不定式 φέρεσθαι 作结果或目的状语(“猛力向前推去,使之疾行而出”),其逻辑主语在上下文中为阿尔戈号船。
- 2.635εἷο μὲν οὐδʼ ἠβαιὸν ἀτύζομαι
代词 εἷο(第三人称单数属格)在第一人称语境(ἔγωγε)中用作史诗性的反身用法,指说话者自己(“对我自身”),与下文的 ἀμφὶ δὲ τοῖο καὶ τοῦ...(“担忧这个人,也担忧那个人”)形成对比。
- 2.669ἦμος δʼ οὔτʼ ἄρ πω φάος ἄμβροτον... τῆμος
由关系副词 ἦμος(当……之时)与指示副词 τῆμος(那时)构成的时间从句相关结构。ἦμος 从句极尽精细地描摹了破晓前夜色未尽、黎明初现的拂晓时刻(ἀμφιλύκη),从而引出主句(τῆμος...)在岛上泊船登岸的情节。
