- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:2.524-2.598
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔戈英雄们扬帆启航抵达激撞双岩,雅典娜疾驰相助;他们放飞鸽子,在汹涌的涡流与开合的巨岩死斗中奋力突围。
Σειρίῳ αὐτῷ τε Κρονίδῃ Διί. τοῖο δʼ ἕκητι
向着天狼星本身以及克洛诺斯之子宙斯。正因如此,
γαῖαν ἐπιψύχουσιν ἐτήσιαι ἐκ Διὸς αὖραι
由于宙斯的旨意,
ἤματα τεσσαράκοντα· Κέῳ δʼ ἔτι νῦν ἱερῆες
厄忒西亚季风吹拂大地带来清凉达四十日之久;直到如今,
ἀντολέων προπάροιθε Κυνὸς ῥέζουσι θυηλάς.
凯俄斯岛的祭司们仍在大犬星升起之前献上燔祭。
καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθι
人们便是如此传述此事的。而英雄们依然被滞留在彼处;
μίμνον ἐρυκόμενοι· ξεινήια δʼ ἄσπετα Θυνοὶ
梯尼亚人为了取悦菲纽斯,
πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον.
每日不断送来丰厚无比的宾礼。
ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες
随后,他们在海滨的彼岸为十二位福乐的神明修筑了祭坛,
βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφʼ ἱερὰ θέντες,
并在其上献上祭品,
νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης
接着便登上迅捷的船只准备摇橹,
τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλʼ ἄρα τήνγε
他们也没有忘记随身携带那只胆怯的鸽子;
δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς
欧斐摩斯用手紧紧握着因恐惧而缩成一团的鸽子带上了船,
Εὔφημος, γαίης δʼ ἀπὸ διπλόα πείσματʼ ἔλυσαν.
他们从陆地上解开了双重的缆绳。
οὐδʼ ἄρʼ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες·αὐτίκα δʼ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν
当他们向前进发时,并未逃过雅典娜的目光;
κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν,
女神立刻急忙踏上一朵轻盈的云彩——这云彩能迅疾承载她这般沉重的身躯——满怀对桨手们的善意,
σεύατʼ ἴμεν πόντονδε, φίλα φρονέουσʼ ἐρέτῃσιν.ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος,1 οἷά τε πολλὰ
疾驰奔向大海。
πλαζόμεθʼ ἄνθρωποι τετληότες, οὐδέ τις αἶα
宛如当一个人漂泊远离子邦之时——正如我们这些多灾多难的凡人常常四处流落那样,
τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι,
没有任何土地显得遥不可及,
σφωιτέρους δʼ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος
所有的道路皆尽收眼底——他心中浮现出自己的家园,
ὑγρή τε τραφερή τʼ ἰνδάλλεται, ἄλλοτε δʼ ἄλλῃ
一时间水路与陆路同时闪现在眼前,
ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν·
他双眼急切地转动,时而望向这里,时而望向那里;
ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα
宙斯的女儿也是这般迅疾飞落,
θῆκεν ἐπʼ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς.
双足踏在了梯尼亚险峻险恶的海岸上。
οἱ δʼ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο
当他们终于来到那狭窄蜿蜒的险峻水道,
τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν,
两侧皆被嶙峋的峭壁所阻隔,
δινήεις δʼ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν
下方翻滚的涡流激荡着前行的船只,
νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο,
他们在恐惧中远远向前行进;
ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων
此时岩石相互撞击的轰鸣声已不断击打着他们的耳朵,
νωλεμὲς οὔατʼ ἔβαλλε, βόων δʼ ἁλιμυρέες ἀκταί,
浪涛冲刷的海岸隆隆作响。
δὴ τότʼ ἔπειθʼ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς
就在那时,欧斐摩斯手里握着鸽子,
Εὔφημος πρῴρης ἐπιβήμεναι· οἱ δʼ ὑπʼ ἀνωγῇ
起身走向船头;在哈格尼亚斯之子提费斯的指挥下,
Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο
他们全凭自身的力量,
εἰρεσίην,2 ἵνʼ ἔπειτα διὲκ πέτρας ἐλάσειαν,
齐心协力地奋力摇橹,
κάρτεϊ ᾧ πίσυνοι. τὰς δʼ αὐτίκα λοίσθιον ἄλλων3
以便将船划过巨岩之间。他们刚刚绕过一道岬角,
οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο.
便望见那两座岩石正最后一次向两侧张开。
σὺν δέ σφιν χύτο θυμός· ὁ δʼ ἀίξαι πτερύγεσσιν
他们的胆气顿时消散;
Εὔφημος προέηκε πελειάδα· τοὶ δʼ ἅμα πάντες
然而欧斐摩斯放出了鸽子展翅飞去,
ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ διʼ αὐτῶν
众人一齐昂首凝望;
ἔπτατο· ταὶ δʼ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν
鸽子在岩石间穿飞而过。然而两座巨石再次相对合拢,
ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ
双双猛烈地撞击在一处,发出巨响。
ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντος
激荡的浪沫如云雾般翻腾而起,大海发出可怕的咆哮,
σμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.
苍穹各处也回荡着巨大的轰鸣。
κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείαςκλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δʼ ὄχθης
嶙峋礁石下方的空洞岩穴在咸水灌入时于深处轰响,
λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη.
白色的飞沫从汹涌的浪尖高高喷洒在悬崖之上。
νῆα δʼ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δʼ ἔκοψαν
随后旋流打转着船身。
οὐραῖα πτερὰ ταίγε πελειάδος· ἡ δʼ ἀπόρουσεν
岩石切断了鸽子尾羽的尖端,
ἀσκηθής. ἐρέται δὲ μέγʼ ἴαχον· ἔβραχε δʼ αὐτὸς
而鸽子本身却安然无恙地冲了出去。桨手们高声呼喊,
Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις
提费斯自己也大声喝令大家拼力摇橹;
ἄνδιχα. τοὺς δʼ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴπλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν
因为岩石正再次向两边分开。然而恐惧攫住了正在划桨的众人,
εἴσω πετράων. τότε δʼ αἰνότατον δέος εἷλεν
直到回涌而上的浪潮本身将船身卷入了岩石之间。此时,最为可怖的惊骇笼罩了所有人;
πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος.
因为无法逃脱的毁灭就悬在头顶。
ἤδη δʼ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος,
此刻辽阔的本都之海已在岩缝间若隐若现,
καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν
突然间,
κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δʼ ἐσιδόντες
一道弯拱如悬崖绝壁般的滔天巨浪在他们前方骤然升起;
ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα
他们见状侧头避让,
νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν.
因为那浪峰似乎就要扑落下来将整艘船吞没。
ἀλλά μιν ἔφθη Τῖφυς ὑπʼ εἰρεσίῃ βαρύθουσαν
但提费斯抢先一步,在船身于划桨下受重压之时减缓了冲势;
ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη,
巨浪从龙骨下方大大地滚了过去,
ἐκ δʼ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα
将整艘船从船尾处高高抬起,
πετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο.
远远推离了岩石;船身被抛向了半空中。
Εὔφημος δʼ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους,
欧斐摩斯在所有同伴之间来回奔走,
ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δʼ ἀλαλητῷ
大声呼喊大家倾尽全力划桨;
κόπτον ὕδωρ. ὅσσον δʼ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν,4
众人齐声呐喊击打水面。然而船只顺应桨手之力向前推进多少,
δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι
便被反弹退回两倍之远;
ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.
在英雄们拼死发力之下,船桨如弯弓般弯曲。
ἔνθεν δʼ αὐτίκʼ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα,
紧接着,一道遮天蔽日的巨浪狂冲而来,
ἡ δʼ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ
船只如滚木般随着凶猛的浪峰疾驰,
προπροκαταΐγδην κοίλης ἁλός. ἐν δʼ ἄρα μέσσαις
在凹陷的海面上直冲而下。就在那激撞的双岩正中,
Πληγάσι δινήεις εἶχεν ῥόος· αἱ δʼ ἑκάτερθεν
旋流死死咬住了船身;
σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα.
岩石在两侧震颤轰鸣,船体木料仿佛被彻底锁死。
καὶ τότʼ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης
就在那一刻,雅典娜拉住了坚硬的巨岩。
- 2.541ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος
一段著名的长篇明喻(第541–546行),以游子神思之速来比拟雅典娜飞行之迅捷。其主要句法框架为“ὡς δʼ ὅτε τις ... ἐνόησε ... ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα θῆκεν [πόδας]”,游子瞬间转念顾盼水陆千里之迅速,与女神神圣的飞行神速相呼应。
- 2.557θελήμονα ποιήσαντο εἰρεσίην
形容词 θελήμων(自愿的、热切的)修饰 εἰρεσίη(划桨),与 ποιήσαντο 构成动宾短语,意为“自发热切地摇橹”,形象地表现出众人在提费斯的号令下同心协力、竭尽全力的划桨状态。
- 2.559λοίσθιον ἄλλων
中性单数宾格作副词用的 λοίσθιον(最后一次)与属格 ἄλλων 结合,构成比较/部分属格结构,意为“在所有其他各次中最后一次”或“最后一次”。这表明两座巨岩在以往无数次撞击之后,此刻是最后一次向两侧张开。
- 2.590ὅσσον δʼ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν
相关句式“ὅσσον ... δὶς τόσον”。关系代词 ὅσσον 与虚词 ἄν 及不定过去式直陈式 ὑπείκαθε 连用,表示过去反复发生的动作(“每当船只顺应桨手之力推进多少”),与主句不定过去式 ἀπόρουσεν 呼应,生动刻画出船只每前进一步便被逆流弹回两倍之远的惊险阻力。
