- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.907-1.983
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊阿宋留下临别托付,阿尔戈英雄们离开雷姆诺斯,在萨摩色雷斯领受密仪,穿过赫勒斯滂海峡,抵达多利奥内斯人之地,受到国王库齐科斯的热情款待。
πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε
作为给我父母抚平忧患的安慰,如果他发见他们
τέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτος
依然健在的话;以便远离那位国王,
σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.’1
他们能在自己的厅堂里于炉边受到照料。’
ἦ, καὶ ἔβαινʼ ἐπὶ νῆα παροίτατος· ὧς δὲ καὶ ἄλλοι
他说罢,便最先登上了舟船;其余的英雄们
βαῖνον ἀριστῆες· λάζοντο δὲ χερσὶν ἐρετμὰ
亦同样登船;他们依次坐下,
ἐνσχερὼ ἑζόμενοι· πρυμνήσια δέ σφισιν Ἄργος
手中握紧了船桨;阿尔戈斯为他们
λῦσεν ὑπὲκ πέτρης ἁλιμυρέος. ἔνθʼ ἄρα τοίγε
从受浪涛冲刷的岩石下解开了缆绳。于是他们
κόπτον ὕδωρ δολιχῇσιν ἐπικρατέως ἐλάτῃσιν.
用长长的枞木桨猛力拍击海浪。
ἑσπέριοι δʼ Ὀρφῆος ἐφημοσύνῃσιν ἔκελσαν
傍晚时分,遵照俄耳甫斯的嘱咐,他们靠泊在
νῆσον ἐς Ἠλέκτρης Ἀτλαντίδος, ὄφρα δαέντες
阿特拉斯之女厄勒克特拉的岛屿;为的是借由温和的启蒙礼,
ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας2
参透那不可言说的密仪规训,
σωότεροι κρυόεσσαν ὑπεὶρ ἅλα ναυτίλλοιντο.
从而更安全地航行在冰冷的海面上。
τῶν μὲν ἔτʼ οὐ προτέρω μυθήσομαι· ἀλλὰ καὶ αὐτὴ
关于这些,我便不再多作言说;但愿那座岛屿本身
νῆσος ὁμῶς κεχάροιτο καὶ οἳ λάχον ὄργια κεῖνα
与执掌那些密仪的本土神灵一同欢喜,
δαίμονες ἐνναέται, τὰ μὲν οὐ θέμις ἄμμιν ἀείδειν.
那些秘事是我们不当歌唱的。
κεῖθεν δʼ εἰρεσίῃ Μέλανος διὰ βένθεα πόντου
从那里,他们奋力划桨穿过黑湾的深处,
ἱέμενοι τῇ μὲν Θρῃκῶν χθόνα, τῇ δὲ περαίην
一侧是将色雷斯大地,另一侧是将隔海相望的
Ἴμβρον ἔχον καθύπερθε· νέον γε μὲν ἠελίοιο
因布罗斯岛留在上方;就在夕阳
δυομένου Χερόνησον ἐπὶ προύχουσαν ἵκοντο.
初落之时,他们来到了突出的赫尔索涅索斯半岛。
ἔνθα σφιν λαιψηρὸς ἄη νότος, ἱστία δʼ οὔρῳ
在那里,迅捷的南风为他们吹起,他们顺风扬帆,
στησάμενοι κούρης Ἀθαμαντίδος αἰπὰ ῥέεθρα
驶入了阿塔玛斯之女的险急水流之中;
εἰσέβαλον· πέλαγος δὲ τὸ μὲν καθύπερθε λέλειπτο
上方的海域在拂晓时已被抛在身后,
ἦρι, τὸ δʼ ἐννύχιοι Ῥοιτειάδος ἔνδοθεν ἀκτῆς
入夜时他们正在罗伊特厄翁海岸内侧丈量水程,
μέτρεον, Ἰδαίην ἐπὶ δεξιὰ γαῖαν ἔχοντες.
把伊达山地留在他们的右侧。
Δαρδανίην δὲ λιπόντες ἐπιπροσέβαλλον Ἀβύδῳ,
离开达耳达尼亚之后,他们驶向阿比多斯,
Περκώτην δʼ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν
继而又经过珀尔科忒,以及阿巴耳尼斯多沙的
ἠιόνα ζαθέην τε παρήμειβον Πιτύειαν.
海滩和神圣的皮图厄亚。
καὶ δὴ τοίγʼ ἐπὶ νυκτὶ διάνδιχα νηὸς ἰούσης
就这样,趁着夜色舟船破浪前行,
δίνῃ πορφύροντα διήνυσαν Ἑλλήσποντον.
他们穿过了涡流翻滚的暗涌赫勒斯滂。
ἔστι δέ τις αἰπεῖα Προποντίδος ἔνδοθι νῆσος
在普罗庞提斯海内有一座险峻的岛屿,
τυτθὸν ἀπὸ Φρυγίης πολυληίου ἠπείροιο
自弗律癸亚富产谷物的大陆向海中微斜延伸,
εἰς ἅλα κεκλιμένη, ὅσσον τʼ ἐπιμύρεται ἰσθμὸς
仅有那受浪潮冲刷的峡颈,
χέρσῳ ἐπιπρηνὴς καταειμένος·3 ἐν δέ οἱ ἀκταὶ
低平倾斜地连接着陆地;岛上有双重海滩,
ἀμφίδυμοι, κεῖνται δʼ ὑπὲρ ὕδατος Αἰσήποιο.
坐落在埃塞波斯河水流的外侧。
Ἄρκτων μιν καλέουσιν ὄρος περιναιετάοντες·
周围的居民称其为‘熊山’;
καὶ τὸ μὲν ὑβρισταί τε καὶ ἄγριοι ἐνναίουσιν
其上居住着强暴蛮横的
Γηγενέες, μέγα θαῦμα περικτιόνεσσιν ἰδέσθαι.
地生巨怪,在四周邻人眼中乃是骇人的异象。
ἓξ γὰρ ἑκάστῳ χεῖρες ὑπέρβιοι ἠερέθονται,
因为每个人身上都悬着六条蛮横的手臂,
αἱ μὲν ἀπὸ στιβαρῶν ὤμων δύο, ταὶ δʼ ὑπένερθεν
两条生在坚实健硕的双肩,另有四条在下方,
τέσσαρες αἰνοτάτῃσιν ἐπὶ πλευρῇς ἀραρυῖαι.
附着在可怕的胁肋两旁。
ἰσθμὸν δʼ αὖ πεδίον τε Δολίονες ἀμφενέμοντο
此外,地峡与平原上则居住着多利奥内斯的
ἀνέρες· ἐν δʼ ἥρως Αἰνήιος υἱὸς ἄνασσεν
男人们;统辖其间的是英雄埃涅乌斯之子
Κύζικος, ὃν κούρη δίου τέκεν Εὐσώροιο
库齐科斯,乃尊贵之尤索罗斯的女儿
Αἰνήτη. τοὺς δʼ οὔτι καὶ ἔκπαγλοί περ ἐόντες
埃涅忒所生。地生巨怪虽然凶悍,却在波塞冬的
Γηγενέες σίνοντο, Ποσειδάωνος ἀρωγῇ·
护佑下,丝毫不敢侵扰他们;
τοῦ γὰρ ἔσαν τὰ πρῶτα Δολίονες ἐκγεγαῶτες.
因为多利奥内斯人本就是自他繁衍而来。
ἔνθʼ Ἀργὼ προύτυψεν ἐπειγομένη ἀνέμοισιν
此时阿尔戈号在色雷斯风的催逼下疾冲而至,
Θρηικίοις, Καλὸς δὲ λιμὴν ὑπέδεκτο θέουσαν.
‘良港’接纳了飞驰而来的船只。
κεῖσε καὶ εὐναίης ὀλίγον λίθον ἐκλύσαντες
在那里,遵照提费斯的指点,他们解下了作为船锚的小石块,
Τίφυος ἐννεσίῃσιν ὑπὸ κρήνῃ ἐλίποντο,κρήνῃ ὑπʼ Ἀρτακίῃ· ἕτερον δʼ ἕλον, ὅστις ἀρήρει,
将它留在一处泉水旁,即阿尔塔喀厄泉水边;
βριθύν· ἀτὰρ κεῖνόν γε θεοπροπίαις Ἑκάτοιο
另外换取了一块相称的沉重巨石。然而先前的那块石头, 日后遵照远射之神阿波罗的神谕,
Νηλεΐδαι μετόπισθεν Ἰάονες ἱδρύσαντο
涅琉斯后裔的伊奥尼亚人依照礼法,
ἱερόν, ἣ θέμις ἦεν, Ἰησονίης ἐν Ἀθήνης.
将其作为圣物供奉在伊阿宋之雅典娜的神庙中。
τοὺς δʼ ἄμυδις φιλότητι Δολίονες ἠδὲ καὶ αὐτὸς
多利奥内斯人同库齐科斯本人一道怀着友好之情
Κύζικος ἀντήσαντες ὅτε στόλον ἠδὲ γενέθλην
前来迎接;当他们听闻远征队的名头与出身血脉、
ἔκλυον, οἵτινες εἶεν, ἐυξείνως ἀρέσαντο,
获悉他们是何许人时,便以殷勤的宾礼款待,
καί σφεας εἰρεσίῃ πέπιθον προτέρωσε κιόντας
并劝说他们继续摇桨向前,
ἄστεος ἐν λιμένι πρυμνήσια νηὸς ἀνάψαι,
将船缆系于城邑的港湾之中。
ἔνθʼ οἵγʼ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι
他们在那里于海滩旁设立祭坛,
εἱσάμενοι παρὰ θῖνα, θυηπολίης τʼ ἐμέλοντο.
供奉登岸之阿波罗,并精心操办祭礼。
δῶκεν δʼ αὐτὸς ἄναξ λαρὸν μέθυ δευομένοισιν
国王本人也根据他们的需要赠予甘美的酒液
μῆλά θʼ ὁμοῦ· δὴ γάρ οἱ ἔην φάτις, εὖτʼ ἂν ἵκωνται
与羊群;因他曾得神谕:一旦
ἀνδρῶν ἡρώων θεῖος στόλος, αὐτίκα τόνγε
英雄男儿的神圣远征队到来,须当即
μείλιχον ἀντιάαν, μηδὲ πτολέμοιο μέλεσθαι.
温和迎纳,切莫存作战的心意。
ἶσόν που κἀκείνῳ ἐπισταχύεσκον ἴουλοι,
同样,他的双颊上方才生出茸茸的青须,
οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο·4
命运尚未让他享有子女承欢的喜悦;
ἀλλʼ ἔτι οἱ κατὰ δώματʼ ἀκήρατος ἦεν ἄκοιτις
在宫室之内,他的新娘依然未受
ὠδίνων, Μέροπος Περκωσίου ἐκγεγαυῖα,
分娩之痛的沾染——她是珀尔科忒人墨罗普斯的女儿、
Κλείτη ἐυπλόκαμος, τὴν μὲν νέον ἐξέτι πατρὸς
秀发的克勒忒,是他不久前用无数丰厚的聘礼
θεσπεσίοις ἕδνοισιν ἀνήγαγεν ἀντιπέρηθεν.
从海对岸她父亲家中迎娶回来的。
ἀλλὰ καὶ ὧς θάλαμόν τε λιπὼν καὶ δέμνια νύμφης
然而即便如此,他还是撇下了洞房与新娘的床榻,
τοῖς μέτα δαῖτʼ ἀλέγυνε, βάλεν δʼ ἀπὸ δείματα θυμοῦ.
在他们中间操办宴席,将恐惧从心中彻底抛却。
ἀλλήλους δʼ ἐρέεινον ἀμοιβαδίς· ἤτοι ὁ μέν σφεων
他们彼此交替询问:国王询问着
πεύθετο ναυτιλίης ἄνυσιν, Πελίαό τʼ ἐφετμάς·
他们航程的目标以及珀利阿斯的命令;
οἱ δὲ περικτιόνων πόλιας καὶ κόλπον ἅπαντα
他们则打听着四周居民的城邑,以及辽阔的
εὐρείης πεύθοντο Προποντίδος· οὐ μὲν ἐπιπρὸ
普罗庞提斯海湾的一切;但至于更前方的事物
- 1.908ἵνʼ ἄνδιχα τοῖο ἄνακτος σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν
由 ἵνα 引导并接虚拟式的主从目的从句。其语法主语为前一行的双亲(τούσγε = πατρί τε ἐμῷ καὶ μητρί)。动词 πορσύνωνται 采用中被动态形式,此处既可解作被动态(“受到照料/供养”),亦可解作中动态(“抚育[孙儿]”)。结合上下文,指年迈的双亲在远离珀利阿斯的地方,于自己的厅堂受其抚慰与供养,取被动意义更为自然。σφοῖσιν 为第三人称复数物主代词,意为“在他们自己的(厅堂内)”。
- 1.917ἀρρήτους ἀγανῇσι τελεσφορίῃσι θέμιστας
作为分词 δαέντες 的宾语名词短语。此处 θέμιστας 指萨摩色雷斯密仪中的“神圣法度/祭仪”,受修饰语 ἀρρήτους(不可言说的、严守秘密的)修饰。ἀγανῇσι τελεσφορίῃσι 为方式/手段与格,意为“借由温和的(或带来吉庆的)入社密仪”。
- 1.938ὅσσον τʼ ἐπιμύρεται ἰσθμὸς χέρσῳ ἐπιπρηνὴς καταειμένος
与前一行的 τυτθὸν 构成相关句式(τυτθὸν ... ὅσσον),用来限定该岛与弗律癸亚大陆相连的地峡的狭隘程度。ἐπιμύρεται 意为“为浪潮所冲刷/拍击”。此处的地峡(ἰσθμός)低平倾斜(ἐπιπρηνής)连向陆地(χέρσῳ καταειμένος),形容岛屿仅仅借着一段常为浪花冲刷的狭窄地峡延伸入海的地理特征。
- 1.973οὐδέ νύ πω παίδεσσιν ἀγαλλόμενος μεμόρητο
μεμόρητο 为动词 μείρομαι 的重叠过去完成时中被动态形式,表“被命中注定/配赋给某人”。未言明的个人主语为国王库齐科斯,与格 παίδεσσιν 受分词 ἀγαλλόμενος(“以……为乐/自豪”)支配。整句表达命运尚未赐予他以子嗣为乐的福分。
