- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.832-1.906
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊阿宋谢绝了许普西皮勒的王权之邀但答应回城,阿尔戈英雄们受到雷姆诺斯妇女的款待;因赫拉克勒斯的严厉斥责,英雄们决定起航启程,伊阿宋与许普西皮勒洒泪道别。
ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες
‘去吧,如今且前往舟船,将我们的话语
μύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος.’
告知你的同伴,切莫逗留在城垣之外。’
Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη
她如此诉说,掩盖了屠戮的结局,即降临在
ἀνδράσιν·1 αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν
男人们身上的惨祸;但他回应她说道:
‘Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν
‘许普西皮勒,我们欣然接受这份令人畅意的
χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις.
好意,既然你将其赐予正有求于你的我们。
εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκαστα
待我顺理成章地将各事悉数
ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω
说明之后,便会重返城中。至于统治权与这片岛屿,
σοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων
且由你自己留心执掌;我绝非出于轻慢而
χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι.’
避谢,而是沉重的艰难考验在催逼着我。’
ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσω
他说罢,握了握她的右手;随即转身
βῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι
离去,无数年轻女子欢欣雀跃,从四面八方
μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων
将他团团簇拥,直至他走出了
ἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις
城门。此后,她们驾着装有灵便车轮的车辆
ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι,
来到岸边,带来了丰厚的宾礼,
μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν,
其时他已将许普西皮勒召他前去所吩咐的话,
τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια·
向同伴们原原本本交代清楚;
καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον
姑娘们便轻易地将男人们领往各自的宅邸,
ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν
款为宾客。因为库普里斯为报答多智的赫淮斯托斯,
Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις
在她们心中激起了甜蜜的渴望,好叫雷姆诺斯日后
ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος.
重得男儿栖居而完好无损。
ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο
于是埃宋之子动身前往许普西皮勒的王宫;
Αἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος,
其余的人则各自投奔所遇之处,
Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο
唯独赫拉克勒斯除外;因他甘心自愿
αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι.
同少数几个挑选出的同伴留守在船旁。
αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει
转瞬间,城中充溢着歌舞与宴席的欢愉,
καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλων
四处弥漫着油脂祭献的青烟;在诸位不死神明中,
ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν
她们尤其以歌咏与牺牲敬奉
Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο.
赫拉的显赫之子与库普里斯本尊。
ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν
航程就这般日复一日地
ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες,
迁延拖沓;若非赫拉克勒斯将同伴们召集到远离妇人之处,
εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν
以这番言辞厉声斥责,
Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·
他们本会在那里逗留长久: ‘糊涂之徒!
‘δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει
难道是故土亲族的流血之罪把我们
ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν
阻绝在外?抑或我们是因为缺乏婚配,轻蔑乡邦的女流,
κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν
才从那里来到此地?难道你们竟乐于在此安居,
ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι;
耕耘雷姆诺斯的肥沃田畴?
οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν
与异邦妇人长久这般幽居,我们绝无
ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας
显赫的威名;即便祈祷,也不会有神明亲手取来金羊毛
αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν.
送上门来。
ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις
我们各自回到自己的地方吧;
Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον
至于那个人,就由着他整日在许普西皮勒的寝榻上,
παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται.’
直到他用子嗣令雷姆诺斯人丁兴旺、大好的名声传遍四方!’
ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη
他如此责骂众人;竟无一人敢于抬头
ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι·ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι
与他对视,亦无人敢于反驳;
σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν.
只得就此匆匆从集会中抽身准备启程。 妇女们一旦知晓,便纷纷向他们奔来。
ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι
宛如蜜蜂自蜂房岩穴中倾巢飞出,
πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν
围绕美丽的百合嗡嗡飞舞,四周带露的原野
ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον
欣然生辉,它们飞舞着,采撷这朵又那朵
καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε
甘甜的花浆;她们亦是这般
ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο,
哀切呜咽着围拢在男人们身边倾泻悲情,
χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον,
以双手和言语向每一个人致意,
εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι.
祈求福佑的神明赐予他们平安的归途。
ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα
许普西皮勒同样执起埃宋之子的双手祈祝,
Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος·
泪水因他离去而在面颊上流淌:
‘Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις
‘去吧,愿神明引领你与未受损伤的同伴,
χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα
如你所愿、如你所喜悦的那样,
αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος
将金羊毛带回给国王。而这片岛屿
σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω
与我父的王杖仍将为你留存,倘若往后
δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι.
哪一日你归乡之后仍愿折返回来。
ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις2
你自可轻易地从其他城邦将无尽的子民招聚到自己麾下;
ἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν
然而你决不会存有此种意图,
σχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι.
我自己亦未预料事情会这般成就。
μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη
但无论远在他乡还是已归返故里,且请记念许普西皮勒;
Ὑψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι
并请留给我一句话,若神明果真赐我生养,
πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.’
我当欣然遵从。’
τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·
埃宋之子心生赞叹,对她答道:
‘Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο
‘许普西皮勒,愿这一切蒙福佑之神成就,
ἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω
皆得吉顺;但请你对我有更通达的心思,
ἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι
因为蒙珀利阿斯容许,能安居故土对我便已足够;
ναιετάειν·3 μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.
但愿神明能将我从重重考验中解脱!
εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
若我在远航途中命中注定无法重抵希腊大地,
τηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι,
而你生下了男孩,
πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ
待他成年之时,便将他送往珀拉斯戈伊人的伊俄尔科斯城,’
- 1.834ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη ἀνδράσιν
现在分词 ἀμαλδύνουσα 意为“淡化”、“掩盖”,说明许普西皮勒方才所言男人们被逐的谎言掩盖了残杀亲夫的惨相(φόνου τέλος)。间接疑问从句 οἷον ἐτύχθη ἀνδράσιν 充当 φόνου τέλος 的同格说明。
- 1.893ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις
第三人称与格代词 ἑοῖ(οἷ 的史诗形式)在此指代第二人称动词主语(ἀγείραις),充当反身代词用法(“为你自己”或“招至你麾下”)。这是史诗及希腊化诗歌中第三人称代词借用于其他人称反身意义的常见现象。
- 1.902ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι ναιετάειν
副词 ἅλις 与与格代词 μοι 及不定式 ναιετάειν 构成短语,Πελίαο ἕκητι 意为“蒙珀利阿斯容许”,全句意为“蒙珀利阿斯容许,能安居故土对我便已足够”。此句表达了伊阿宋不贪求异邦王位的婉拒理由。
