← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§1.683-1.756

伊阿宋受邀与雅典娜的神异斗篷

波吕克索从后继无人的危机出发,劝说民众接纳阿尔戈英雄;许普西皮勒遂派遣伊菲诺厄迎请伊阿宋。伊阿宋披上雅典娜所赠、饰有多重神话图景的华美紫红斗篷,准备前往王城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
683

εὖτʼ ἂν δὴ γεραραὶ μὲν ἀποφθινύθωσι γυναῖκες,

‘当上了年纪的妇人们渐次零落,

κουρότεραι δʼ ἄγονοι στυγερὸν ποτὶ γῆρας ἵκησθε.

而你们年轻一代也毫无子嗣地步入可厌的暮年之时,命途多舛的人啊,

685

πῶς τῆμος βώσεσθε δυσάμμοροι; ἦε βαθείαις

到那时你们又将如何求生?

αὐτόματοι βόες ὔμμιν ἐνιζευχθέντες ἀρούραις

难道牛群会自动在你们深厚的耕地上套上轭具,

γειοτόμον νειοῖο διειρύσσουσιν ἄροτρον,

拉着破土的犁具犁开休耕田,

καὶ πρόκα τελλομένου ἔτεος στάχυν ἀμήσονται;

并在年岁轮转之际立时替你们收割麦穗吗?

ἦ μὲν ἐγών, εἰ καί με τὰ νῦν ἔτι πεφρίκασιν

就我而言,纵然如今死命仍因我而不寒而栗,

690

κῆρες, ἐπερχόμενόν που ὀίομαι εἰς ἔτος ἤδη

但我料想在即将来临的一年里,

γαῖαν ἐφέσσεσθαι,1 κτερέων ἀπὸ μοῖραν ἑλοῦσαν

自己就将身覆泥土(长眠地下),

αὔτως, ἣ θέμις ἐστί, πάρος κακότητα πελάσσαι.

在灾祸临头之前,按法度享有一份应得的葬礼。

ὁπλοτέρῃσι δὲ πάγχυ τάδε φράζεσθαι ἄνωγα.

但我坚决敦促年轻人深思此事;

νῦν γὰρ δὴ παρὰ ποσσὶν ἐπήβολός ἐστʼ ἀλεωρή,

因为如今退路就在你们脚下触手可及,

695

εἴ κεν ἐπιτρέψητε δόμους καὶ ληίδα πᾶσαν

只要你们肯将自己的宅邸、

ὑμετέρην ξείνοισι καὶ ἀγλαὸν ἄστυ μέλεσθαι.’

全部掳获物以及光辉的城邦托付给异邦人打理。’

ὧς ἔφατʼ· ἐν δʼ ἀγορὴ πλῆτο θρόου. εὔαδε γάρ σφιν

她说完,议事广场中充斥着赞同的喧哗之声;

μῦθος. ἀτὰρ μετὰ τήνγε παρασχεδὸν αὖτις ἀνῶρτοὙψιπύλη, καὶ τοῖον ὑποβλήδην ἔπος ηὔδα·

因为她的提议深得人心。在她之后,许普西皮勒立刻再次起立,插言说道:

700

‘εἰ μὲν δὴ πάσῃσιν ἐφανδάνει ἥδε μενοινή,

‘若是这一意向确为众人所中意,

ἤδη κεν μετὰ νῆα καὶ ἄγγελον ὀτρύναιμι.’ἦ ῥα, καὶ Ἰφινόην μετεφώνεεν ἆσσον ἐοῦσαν·

我现在就可遣派使者赶赴船前。’ 她说罢,便向侍立在近旁的伊菲诺厄呼唤道:

‘ὄρσο μοι, Ἰφινόη, τοῦδʼ ἀνέρος ἀντιόωσα,

‘起身吧,伊菲诺厄,去迎候那位男子,

ἡμέτερόνδε μολεῖν, ὅστις στόλου ἡγεμονεύει,

无论何人统领这支远征队,

705

ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπω·

请他到我们这里来,好让我向他转达民众顺心的话语;

καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλωσιν,

并请转告众人,若他们愿意,

κέκλεο θαρσαλέως ἐπιβαινέμεν εὐμενέοντας.’

即可心怀善意、坦然踏上我们的土地与城邦。’

ἦ, καὶ ἔλυσʼ ἀγορήν, μετὰ δʼ εἰς ἑὸν ὦρτο νέεσθαι.

她说罢便解散了集会,起身返回自己的居所。

ὧς δὲ καὶ Ἰφινόη Μινύας ἵκεθʼ· οἱ δʼ ἐρέεινον,

伊菲诺厄来到米纽埃斯人跟前;

710

χρεῖος ὅ τι φρονέουσα μετήλυθεν. ὦκα δὲ τούσγεπασσυδίῃ μύθοισι προσέννεπεν ἐξερέοντας·

他们询问她怀着何种关切前来。她立刻向所有发问的人宣告道:

‘κούρη τοί μʼ ἐφέηκε Θοαντιὰς ἐνθάδʼ ἰοῦσαν,

‘托阿斯之女许普西皮勒遣我至此,

Ὑψιπύλη, καλέειν νηὸς πρόμον, ὅστις ὄρωρεν,

请船只的领袖——无论是谁——前去,

ὄφρα τί οἱ δήμοιο ἔπος θυμῆρες ἐνίσπῃ·

好向他转达民众顺心的话语;

715

καὶ δʼ αὐτοὺς γαίης τε καὶ ἄστεος, αἴ κʼ ἐθέλητε,

她并请你们大家,若你们愿意,

κέκλεται αὐτίκα νῦν ἐπιβαινέμεν εὐμενέοντας.’

此刻即心怀善意踏上我们的土地与城邦。’

ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐναίσιμος ἥνδανε μῦθος.

她这样说道;这番恰当的言语令所有人感到欣悦。

Ὑψιπύλην δʼ εἴσαντο καταφθιμένοιο Θόαντοςτηλυγέτην γεγαυῖαν ἀνασσέμεν· ὦκα δὲ τόνγε

他们料想许普西皮勒是作为亡故的托阿斯的掌上明珠在统辖此地;

720

πέμπον ἴμεν, καὶ δʼ αὐτοὶ ἐπεντύνοντο νέεσθαι.

于是他们迅速送他动身,自己也整装准备前往。

αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον,

这时,他(伊阿宋)

δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσενΠαλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς

在肩头披系上一件红紫色的双层斗篷,那是特里同女神的作品,

Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι.

是在帕拉斯最初为阿尔戈号铺设龙骨架并指授以木规丈量横梁时赠予他的。

725

τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα

投目于升起的旭日,

ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος.2

甚至比凝视那斗篷的鲜艳赤色还要容易。

δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο,

因为斗篷中央织得一片彤红,

ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ

而四周边缘则皆为深紫;在每个边际上,

τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο.

都分明而工巧地散布着许多精巧的图饰。

730

ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ,

其中有独眼巨人们坐着操持永恒的工艺,

Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη

正为宙斯王打造雷霆;

παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον

那雷霆已制成闪烁耀眼之态,

ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον

唯独尚缺一道光芒,他们正用铁锤敲打着,

σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν.

它吐射出炽烈烈焰的气息。

735

ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ,

其上有阿索波斯之女安提俄珀的两个儿子,

Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη

安菲翁与齐托斯;

κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους

近旁坐落着尚未修筑城楼的底比斯,

ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν

他们正急于为之奠基。齐托斯把崇山峻岭的一角扛在肩上,

οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς·

看似辛劳备至;

740

Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων

安菲翁则弹拨着金竖琴,伴以清脆的琴声跟随其后,

ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη

一块两倍大的巨石紧随其步伐移转。

ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια

紧接着绣着的是秀发丰盈的库忒瑞亚(阿佛洛狄忒),

Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου

持握着阿瑞斯迅疾的盾牌;

πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος

从她的肩头垂落至左前臂,

745

νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως

胸衣的搭扣从乳下松脱开来;

χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι.3

在青铜盾牌上映照出她分毫不差的反影,清晰可见。

ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν

其上还有一片丰茂的牧牛草场;围绕着牛群,

Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος·

忒勒玻亚人与厄勒克特律翁的诸子正在激战;

οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι,

后者奋力防御,而塔菲俄斯人的劫匪则企图洗劫;

750

ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν

带露的草地被他们的鲜血浸染,

ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας.

众多的劫匪正在压倒少数的牧人。

ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες.

其上还精工绣制着两辆激烈竞逐的战车。

καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων

佩洛普斯在前驾驭,摇曳着缰绳,

ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια·

身旁坐着同车的希波达弥亚;

755

τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους,

米尔提罗斯策马紧追其后,

σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς

与他同车的俄诺玛奥斯则手擎平端的长矛……

语法注3 条
  1. 1.691γαῖαν ἐφέσσεσθαι

    诗歌修辞用法,字面意为“身覆泥土”,指“被埋葬入土、死去”。在由动词 ὀίομαι 引导的“宾格加不定式”结构中,逻辑主语(波吕克索自身)被省略,但后续的阴性单数宾格分词 ἑλοῦσαν 表明主语正是说话者本人。

  2. 1.725ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος

    由 κεν (ἄν) 配合祈愿式动词(βάλοις 与 μεταβλέψειας)构成的潜势句,与比较结构 ῥηίτερον ... ἤ ...(“做……比做……更容易”)相结合。构成一种夸张的诗意修辞,表示直视初升的太阳甚至比凝视这件斗篷的炽盛红光更为容易。

  3. 1.745τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι

    τὸ ἀντίον 为宾格副词用法,意为“在对面”或“作为倒影”。δείκηλον 为主格名词(“形象、模造物”),ἀτρεκὲς αὔτως 为副词短语,意为“如实地、分毫不差地”。ἰδέσθαι 是附接/限制性不定式(epexegetical infinitive),修饰动词 φαίνετο,表示“在看去时”、“看起来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.683-1.756