- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.609-1.682
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
曾诛戮本岛男子的利姆诺斯妇女将阿尔戈号的到来误认为色雷斯人入侵而武装赶赴海滩,但在信使埃塔利得斯的调解下准许他们暂泊。次日集会上,女王许普西皮勒提议馈赠给养以将他们阻于城外,年迈的乳母波吕克索则起身陈词,指出没有男子在未来防卫与族群延续上所潜藏的重大危机。
ἔνθʼ ἄμυδις πᾶς δῆμος ὑπερβασίῃσι γυναικῶν
在过去的一年里,
νηλειῶς δέδμητο παροιχομένῳ λυκάβαντι.
那里的全体民众由于女人们的暴行而惨遭灭绝。
δὴ γὰρ κουριδίας μὲν ἀπηνήναντο γυναῖκας
因为男人们厌弃了结发妻子,
ἀνέρες ἐχθήραντες, ἔχον δʼ ἐπὶ ληιάδεσσιντρηχὺν ἔρον, ἃς αὐτοὶ ἀγίνεον ἀντιπέρηθεν
转而对他们亲自劫掠色雷斯从对岸掳来的女俘怀有强烈的欲念;
Θρηικίην δῃοῦντες· ἐπεὶ χόλος αἰνὸς ὄπαζεν
这是因为塞浦路斯女神的可怖愤怒驱使着他们,
Κύπριδος, οὕνεκά μιν γεράων ἐπὶ δηρὸν ἄτισσαν.
由于他们长久以来废弛了对她的供奉。
ὦ μέλεαι, ζήλοιό τʼ ἐπισμυγερῶς ἀκόρητοι.
唉,可怜的女人们,因残酷的嫉妒而贪求无厌!
οὐκ οἶον σὺν τῇσιν ἑοὺς ἔρραισαν ἀκοίτας
她们不仅因床第之争杀害了自己的丈夫与那些女俘,
ἀμφʼ εὐνῇ, πᾶν δʼ ἄρσεν ὁμοῦ γένος, ὥς κεν ὀπίσσω
还将所有的男子斩尽杀绝,
μήτινα λευγαλέοιο φόνου τίσειαν ἀμοιβήν.
以免日后为那惨烈的谋杀付出偿报。
οἴη δʼ ἐκ πασέων γεραροῦ περιφείσατο πατρὸς
在所有的女人中,
Ὑψιπύλεια Θόαντος, ὃ δὴ κατὰ δῆμον ἄνασσεν·
唯有许普西皮勒放过了她年迈的父亲托阿斯——他曾统治着这片人民;
λάρνακι δʼ ἐν κοίλῃ μιν ὕπερθʼ ἁλὸς ἧκε φέρεσθαι,
她将他置入一只中空的木箱中,任其漂泊于海面上,
αἴ κε φύγῃ.1 καὶ τὸν μὲν ἐς Οἰνοίην ἐρύσαντο
寄望他能够逃生。后来,
πρόσθεν, ἀτὰρ Σίκινόν γε μεθύστερον αὐδηθεῖσαν
渔夫们把他拉上了那座先前被称为奥诺厄、日后改称锡基诺斯的岛屿;
νῆσον, ἐπακτῆρες, Σικίνου ἄπο, τόν ῥα Θόαντι
该岛得名于锡基诺斯,
νηιὰς Οἰνοίη νύμφη τέκεν εὐνηθεῖσα.
那是水仙奥诺厄与托阿斯同衾后诞下的儿子。
τῇσι δὲ βουκόλιαί τε βοῶν χάλκειά τε δύνειν
对这些女人而言,放牧牛群、
τεύχεα, πυροφόρους τε διατμήξασθαι ἀρούραςῥηίτερον πάσῃσιν Ἀθηναίης πέλεν ἔργων,
穿戴青铜甲胄、耕耘产麦的田野,
οἷς αἰεὶ τὸ πάροιθεν ὁμίλεον. ἀλλὰ γὰρ ἔμπης
反而比她们以往向来从事的雅典娜的纺织女工更为顺手。但尽管如此,
ἦ θαμὰ δὴ πάπταινον ἐπὶ πλατὺν ὄμμασι πόντον
她们仍常常带着惨痛的恐惧,
δείματι λευγαλέῳ, ὁπότε Θρήικες ἴασιν.
放眼眺望辽阔的大海,唯恐色雷斯人来犯。
τῶ καὶ ὅτʼ ἐγγύθι νήσου ἐρεσσομένην ἴδον Ἀργώ,
因此,当她们看见阿尔戈号划桨逼近岛屿时,
αὐτίκα πασσυδίῃ πυλέων ἔκτοσθε Μυρίνης
立刻倾巢而出,
δήια τεύχεα δῦσαι ἐς αἰγιαλὸν προχέοντο,
穿戴起战甲从米里娜的城门涌向海滩,
Θυιάσιν ὠμοβόροις ἴκελαι· φὰν γάρ που ἱκάνειν
犹如吞食生肉的狂女;
Θρήικας· ἡ δʼ ἅμα τῇσι Θοαντιὰς Ὑψιπύλεια
因为她们料想必是色雷斯人到了。
δῦνʼ ἐνὶ τεύχεσι πατρός. ἀμηχανίῃ δʼ ἐχέοντο
托阿斯之女许普西皮勒也同她们一起披挂上父亲的盔甲。然而在无助中,
ἄφθογγοι· τοῖόν σφιν ἐπὶ δέος ᾐωρεῖτο.
她们全都沉默无声地涌出;如此巨大的恐惧正笼罩着她们。
τείως δʼ αὖτʼ ἐκ νηὸς ἀριστῆες προέηκαν
在此期间,
Αἰθαλίδην κήρυκα θοόν, τῷπέρ τε μέλεσθαι
英雄们从船上派出了敏捷的使者埃塔利得斯,
ἀγγελίας καὶ σκῆπτρον ἐπέτρεπον Ἑρμείαο,
将口信与赫耳墨斯的权杖托付给他——那是他的生父,
σφωιτέροιο τοκῆος, ὅ οἱ μνῆστιν πόρε πάντων
曾赐予他关于万事永不泯灭的记忆;
ἄφθιτον· οὐδʼ ἔτι νῦν περ ἀποιχομένου Ἀχέροντος
即便如今他渡过了阿刻戎河深不可测的涡流,
δίνας ἀπροφάτους ψυχὴν ἐπιδέδρομε λήθη·2
遗忘也未曾笼罩他的灵魂;
ἀλλʼ ἥγʼ ἔμπεδον αἰὲν ἀμειβομένη μεμόρηται,
相反,他的灵魂始终守着轮转的宿命,
ἄλλοθʼ ὑποχθονίοις ἐναρίθμιος, ἄλλοτʼ ἐς αὐγὰς
时而列入冥府亡魂之中,
ἠελίου ζωοῖσι μετʼ ἀνδράσιν. ἀλλὰ τί μύθους
时而又在阳光下与活人相聚。
Αἰθαλίδεω χρειώ με διηνεκέως ἀγορεύειν;
但我何须详尽赘述埃塔利得斯的故事?
ὅς ῥα τόθʼ Ὑψιπύλην μειλίξατο δέχθαι ἰόντας
正是他在日落昏暮时分劝说许普西皮勒接纳前来的众人;
ἤματος ἀνομένοιο διὰ κνέφας· οὐδὲ μὲν ἠοῖ
黎明时分,
πείσματα νηὸς ἔλυσαν ἐπὶ πνοιῇ βορέαο.
在北风吹拂下,他们亦未解开船缆。
Λημνιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἷζον ἰοῦσαι
利姆诺斯的妇女们穿过城邦,走向议事广场就座;
εἰς ἀγορήν· αὐτὴ γὰρ ἐπέφραδεν Ὑψιπύλεια.
因为这是许普西皮勒亲自下达的指令。
καί ῥʼ ὅτε δὴ μάλα πᾶσαι ὁμιλαδὸν ἠγερέθοντο,αὐτίκʼ ἄρʼ ἥγʼ ἐνὶ τῇσιν ἐποτρύνουσʼ ἀγόρευεν·
当她们群集齐聚之时,许普西皮勒立刻在她们中间激励众人说道:
‘Ὦ φίλαι, εἰ δʼ ἄγε δὴ μενοεικέα δῶρα πόρωμεν
‘亲爱的伙伴们,来吧,
ἀνδράσιν, οἷά τʼ ἔοικεν ἄγειν ἐπὶ νηὸς ἔχοντας,
让我们向这些男儿赠送顺心的礼物,
ἤια, καὶ μέθυ λαρόν, ἵνʼ ἔμπεδον ἔκτοθι πύργωνμίμνοιεν, μηδʼ ἄμμε κατὰ χρειὼ μεθέποντες
正如船上所当备置的干粮与美酒,好让他们稳稳留在城墙之外,
ἀτρεκέως γνώωσι, κακὴ δʼ ἐπὶ πολλὸν ἵκηται
不致因生活必需而与我们交往从而确凿探明真相,
βάξις· ἐπεὶ μέγα ἔργον ἐρέξαμεν, οὐδέ τι πάμπαν
免得恶名远扬;因为我们犯下了惊天罪行,
θυμηδὲς καὶ τοῖσι τόγʼ ἔσσεται, εἴ κε δαεῖεν.
若是他们得知,亦绝不会感到快意。
ἡμετέρη μὲν νῦν τοίη παρενήνοθε μῆτις·
目前我的计谋正是如此;
ὑμέων δʼ εἴ τις ἄρειον ἔπος μητίσεται ἄλλη,
若是你们中有人能筹划出更好的策略,就请起立陈词;
ἐγρέσθω· τοῦ γάρ τε καὶ εἵνεκα δεῦρʼ ἐκάλεσσα.’ὧς ἄρʼ ἔφη, καὶ θῶκον ἐφίζανε πατρὸς ἑοῖο
我召集你们来此正是为此缘故。’
λάινον· αὐτὰρ ἔπειτα φίλη τροφὸς ὦρτο Πολυξώ,
她说完便坐回父亲的石座上。随后,慈爱的乳母波吕克索站起身来,
γήραϊ δὴ ῥικνοῖσιν ἐπισκάζουσα πόδεσσιν,
她因年迈而双足萎缩跛行,
βάκτρῳ ἐρειδομένη, περὶ δὲ μενέαινʼ ἀγορεῦσαι.
拄着拐杖,极欲开口陈词。
τῇ καὶ παρθενικαὶ πίσυρες σχεδὸν ἑδριόωντο
还有四位未婚的处女,
ἀδμῆτες λευκῇσιν ἐπιχνοαούσῃ ἐθείραις.
就坐在生着泛白茸茸细发的她身旁。
στῆ δʼ ἄρʼ ἐνὶ μέσσῃ ἀγορῇ, ἀνὰ δʼ ἔσχεθε δειρὴν
她立于广场中央,好不容易才将脖颈从佝偻的背上微微抬起,开口说道:
ἦκα μόλις κυφοῖο μεταφρένου, ὧδέ τʼ ἔειπεν·
‘礼物方面,
‘δῶρα μέν, ὡς αὐτῇ περ ἐφανδάνει Ὑψιπυλείῃ,
正如许普西皮勒自己所中意的那样,
πέμπωμεν ξείνοισιν, ἐπεὶ καὶ ἄρειον ὀπάσσαι.
我们送给异邦人吧,因为赠予他们确实更为妥当。
ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο,3
然而,若是色雷斯军队,
αἴ κεν ἐπιβρίσῃ Θρήιξ στρατός, ἠέ τις ἄλλος
或是人类中常见的其他仇敌大举压境,
δυσμενέων, ἅ τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται;
正如现在这群人不期而至那般,
ὡς καὶ νῦν ὅδʼ ὅμιλος ἀνωίστως ἐφικάνει.
你们究竟有何良策来安度生计?
εἰ δὲ τὸ μὲν μακάρων τις ἀποτρέποι, ἄλλα δʼ ὀπίσσω
即便某位福神化解了此事,
μυρία δηιοτῆτος ὑπέρτερα πήματα μίμνει,
日后仍有无数远甚于战祸的苦难在等待着,’
- 1.623αἴ κε φύγῃ
连词 αἰ(εἰ 的史诗形式)加助词 κε(ν) 后接虚拟式 φύγῃ。相对于主句动词 ἧκε φέρεσθαι(任其漂流),该从句充当表示期望、尝试或目的的状语从句(“冀其得以逃生”或“以便他能逃生”)。
- 1.645ψυχὴν ἐπιδέδρομε λήθη
宾格 ψυχήν 充当动词 ἐπιδέδρομε(ἐπιτρέχω 的完成体,“漫过、覆没”)的关涉/限制宾格,或作为复合动词前缀 ἐπί 所支配的直接宾语。主语是 λήθη(遗忘),意为“遗忘未曾笼罩他的灵魂”。
- 1.677ὔμμι γε μὴν τίς μῆτις ἐπαύρεσθαι βιότοιο
不定式 ἐπαύρεσθαι(享受、享有)作名词 μῆτις(计谋、良策)的同位语/说明性不定式(“究竟有何良策来安度生计?”)。属格 βιότοιο 是动词 ἐπαυρίσκομαι 所支配的正常属格宾语。全句省略了系动词(如 ἐστί)。
