- 底本
- The Argonautica of Apollonius Rhodius, Apollonius, Rhodius, creator; Mooney, George W, editor, translator. London: Longmans, Green, and Co., 1912.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.307-1.381
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊阿宋如阿波罗般威严地抵达海滨,阿耳戈斯与阿卡斯托斯也赶来会合。众英雄推举赫拉克勒斯为领袖,但赫拉克勒斯坚决推辞并推戴伊阿宋;伊阿宋遂当选统帅,并率领众人开始着手让阿尔戈号下水。
οἷος δʼ ἐκ νηοῖο θυώδεος εἶσιν Ἀπόλλων
正如阿波罗走出芬芳的庙宇,前往神圣的提洛岛,
δῆλον ἀνʼ ἠγαθέην, ἠὲ Κλάρον, ἢ ὅγε Πυθώ,
或是克拉罗斯,或是皮托,或是位于克珊托斯河畔广阔的吕基亚,
ἢ Λυκίην εὐρεῖαν, ἐπὶ Ξάνθοιο ῥοῇσιν,
伊阿宋便以这般风貌在民众的簇拥中前行;
τοῖος ἀνὰ πληθὺν δήμου κίεν· ὦρτο δʼ ἀυτὴ
众人齐声呼喊,欢呼声四起。
κεκλομένων ἄμυδις. τῷ δὲ ξύμβλητο γεραιὴ
守护城邦的阿耳忒弥斯的老女祭司伊菲阿斯迎面向他走来,
Ἰφιὰς Ἀρτέμιδος πολιηόχου ἀρήτειρα,
亲吻了他的右手;
καί μιν δεξιτερῆς χειρὸς κύσεν, οὐδέ τι φάσθαι
然而尽管她极其渴望开口,
ἔμπης ἱεμένη δύνατο, προθέοντος ὁμίλου·
却因人群争先恐后奔涌向前而一句话也未能说出;
ἀλλʼ ἡ μὲν λίπετʼ αὖθι παρακλιδόν, οἷα γεραιὴ
她便如老妇被年轻人甩在身后一般,被撇在了一旁的路上,
ὁπλοτέρων,1 ὁ δὲ πολλὸν ἀποπλαγχθεὶς ἐλιάσθη.
而他则已被远远隔开,疾步走过。
αὐτὰρ ἐπεί ῥα πόληος ἐυδμήτους λίπʼ ἀγυιάς,
当他离开城邦修筑规整的街道,
ἀκτὴν δʼ ἵκανεν Παγασηίδα, τῇ μιν ἑταῖροι
来到帕伽萨的海滩时,
δειδέχατʼ, Ἀργῴῃ ἄμυδις παρὰ νηὶ μένοντες.
伙伴们正一同守候在阿尔戈号船旁,在那里迎候着他。
στῆ δʼ ἄρʼ ἐπὶ προμολῇς· οἱ δʼ ἀντίοι ἠγερέθοντο.
他伫立在栈道口;他们纷纷迎面聚集过来。
ἐς δʼ ἐνόησαν Ἄκαστον ὁμῶς Ἄργον τε πόληος
他们看见阿卡斯托斯和阿耳戈斯一同离开城邦走下岸来,
νόσφι καταβλώσκοντας, ἐθάμβησαν δʼ ἐσιδόντες
见二人违逆珀利阿斯的旨意急匆匆赶来,
πασσυδίῃ Πελίαο παρὲκ νόον ἰθύοντας.
无不大为惊异。
δέρμα δʼ ὁ μὲν ταύροιο ποδηνεκὲς ἀμφέχετʼ ὤμους
其中一人,阿瑞斯托耳之子阿耳戈斯,
Ἄργος Ἀρεστορίδης λάχνῃ μέλαν· αὐτὰρ ὁ καλὴν
肩上披着一件垂至脚踝的黑茸茸的公牛皮;另一人则披着一件精美的双层斗篷,
δίπλακα, τήν οἱ ὄπασσε κασιγνήτη Πελόπεια.
那是他的姐妹佩洛珀亚所赠。
ἀλλʼ ἔμπης τὼ μέν τε διεξερέεσθαι ἕκαστα
然而伊阿宋终究克制住自己,
ἔσχετο· τοὺς δʼ ἀγορήνδε συνεδριάασθαι ἄνωγεν.
未向他们细细探问各项情由;他吩咐众人在会场就坐。
αὐτοῦ δʼ ἰλλομένοις ἐπὶ λαίφεσιν, ἠδὲ καὶ ἱστῷ
他们便在收卷的船帆和放倒的桅杆之上,
κεκλιμένῳ μάλα πάντες ἐπισχερὼ ἑδριόωντο.
整整齐齐地依序坐下。
τοῖσιν δʼ Αἴσονος υἱὸς ἐυφρονέων μετέειπεν·‘ἄλλα μὲν ὅσσα τε νηὶ ἐφοπλίσσασθαι ἔοικεν
埃宋之子满怀善意地向他们说道:
—πάντα γὰρ εὖ κατὰ κόσμον—ἐπαρτέα κεῖται ἰοῦσιν.
‘凡是装备船只所当齐备的其他一切用具——皆已按部就班——为启程的我们准备停当。
τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι
因此,只要海风吹起,
ναυτιλίης,2 ὅτε μοῦνον ἐπιπνεύσουσιν ἀῆται.
我们绝不会因装备之故而久久耽搁航程。
ἀλλά, φίλοι,—ξυνὸς γὰρ ἐς Ἑλλάδα νόστος ὀπίσσω,ξυναὶ δʼ ἄμμι πέλονται ἐς Αἰήταο κέλευθοι—
但是,朋友们——因为返回希腊的归程是大家共同的,
τούνεκα νῦν τὸν ἄριστον ἀφειδήσαντες ἕλεσθε
前往埃厄忒斯之处的征途也是我们共同的——因此现在请你们毫无顾忌地在我们之中推选出最卓越的一人作为领袖,
ὄρχαμον ἡμείων, ᾧ κεν τὰ ἕκαστα μέλοιτο,
由他全权负责每一项事宜,
νείκεα συνθεσίας τε μετὰ ξείνοισι βαλέσθαι.’
并负责与异邦人立约或化解纷争。’
ὧς φάτο· πάπτηναν δὲ νέοι θρασὺν Ἡρακλῆα
他这般说道;
ἥμενον ἐν μέσσοισι· μιῇ δέ ἑ πάντες ἀυτῇ
年轻人们纷纷望向坐在他们当中的勇猛的赫拉克勒斯;
σημαίνειν ἐπέτελλον· ὁ δʼ αὐτόθεν, ἔνθα περ ἧστο,
众人齐声敦请他发号施令。但他就在原坐之处伸出右手,
δεξιτερὴν ἀνὰ χεῖρα τανύσσατο φώνησέν τε·
朗声说道:
‘μήτις ἐμοὶ τόδε κῦδος ὀπαζέτω. οὐ γὰρ ἔγωγε
‘谁也不要将这份殊荣加在我身上。因为我绝不接受;
πείσομαι· ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω.3
而且我也要阻止其他人站出来。
αὐτός, ὅτις ξυνάγειρε, καὶ ἀρχεύοι ὁμάδοιο.’
谁召集了这支队伍,就应由谁来统率大众。’
ἦ ῥα μέγα φρονέων, ἐπὶ δʼ ᾔνεον, ὡς ἐκέλευεν
他怀着崇高的胸襟如此说道,
Ἡρακλέης· ἀνὰ δʼ αὐτὸς ἀρήιος ὤρνυτʼ Ἰήσων
众人便遵照赫拉克勒斯的嘱咐表示赞同。英勇的伊阿宋欣喜万分地站起身来,
γηθόσυνος, καὶ τοῖα λιλαιομένοις ἀγόρευεν·
向满怀渴望的众人说道:
‘εἰ μὲν δή μοι κῦδος ἐπιτρωπᾶτε μέλεσθαι,
‘若是你们果真将这份掌管大局的荣光交付于我,
μηκέτʼ ἔπειθʼ, ὡς καὶ πρίν, ἐρητύοιτο κέλευθα.
那么自此之后征途便莫要再像从前那样受到延宕。
νῦν γε μὲν ἤδη Φοῖβον ἀρεσσάμενοι θυέεσσιν
如今我们且先用祭品取悦福波斯,
δαῖτʼ ἐντυνώμεσθα παρασχεδόν. ὄφρα δʼ ἴωσινδμῶες ἐμοὶ σταθμῶν σημάντορες, οἷσι μέμηλεν
并立刻准备筵席。在我的仆从、
δεῦρο βόας ἀγέληθεν ἐὺ κρίναντας ἐλάσσαι,
掌管牛栏之人前去之时——他们的职责便是从牛群中精选公牛驱赶到此地——,
τόφρα κε νῆʼ ἐρύσαιμεν ἔσω ἁλός, ὅπλα δὲ πάντα
我们正好将船拖入海中,装入所有属具,
ἐνθέμενοι πεπάλαχθε κατὰ κληῖδας ἐρετμά.
并在桨座上以抽签决定各人的船桨。
τείως δʼ αὖ καὶ βωμὸν ἐπάκτιον Ἐμβασίοιο
同时,我们也在海滨为起航之神阿波罗筑起一座祭坛;
θείομεν Ἀπόλλωνος, ὅ μοι χρείων ὑπέδεκτο
他曾借神谕向我许诺,
σημανέειν δείξειν τε πόρους ἁλός, εἴ κε θυηλαῖς
只要我向他献祭以开启为国王履行的劳役,
οὗ ἕθεν ἐξάρχωμαι ἀεθλεύων βασιλῆι.’
他便会向我昭示并指引海上的航道。’
ἦ ῥα, καὶ εἰς ἔργον πρῶτος τράπεθ̓· οἱ δʼ ἐπανέσταν
言罢,他率先着手劳作;
πειθόμενοι· ἀπὸ δʼ εἵματʼ ἐπήτριμα νηήσαντο
众人都顺从地站起身来。他们将衣服脱下,
λείῳ ἐπὶ πλαταμῶνι, τὸν οὐκ ἐπέβαλλε θάλασσα
层层堆放在一块平滑的岩板上,海浪不会拍打此处,
κύμασι, χειμερίη δὲ πάλαι ἀποέκλυσεν ἅλμη.
冬日的潮水早已将其冲刷洁净。
νῆα δʼ ἐπικρατέως Ἄργου ὑποθημοσύνῃσιν
在阿耳戈斯的指点下,
ἔζωσαν πάμπρωτον ἐυστρεφεῖ ἔνδοθεν ὅπλῳ
他们首先用一根搓捻紧实的绳索从船体内部将船牢固捆束,
τεινάμενοι ἑκάτερθεν, ἵνʼ εὖ ἀραροίατο γόμφοις
从两侧拉紧,
δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν.4
以使木板能与销钉紧密咬合,抵御巨浪的冲击。
σκάπτον δʼ αἶψα κατʼ εὖρος ὅσον περιβάλλετο χῶρον,ἠδὲ κατὰ πρῴραν εἴσω ἁλὸς ὁσσάτιόν περ
接着,他们迅速沿着船宽掘出与船身相当的空间,
ἑλκομένη χείρεσσιν ἐπιδραμέεσθαι ἔμελλεν.
又顺着船首向大海挖出一条足以容纳双手拖拽下水的沟槽。
αἰεὶ δὲ προτέρω χθαμαλώτερον ἐξελάχαινον
他们顺着龙骨的方向越挖越深,
στείρης, ἐν δʼ ὁλκῷ ξεστὰς στορέσαντο φάλαγγας·
并在滑道中铺设削光的圆木;
τὴν δὲ κατάντη κλῖναν ἐπὶ πρώτῃσι φάλαγξιν,
又将船头向下倾斜置于最初的几根圆木上,
ὥς κεν ὀλισθαίνουσα διʼ αὐτάων φορέοιτο.
以便她能顺着圆木滑行前进。
ὕψι δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μεταστρέψαντες ἐρετμὰ
随后他们在两侧将船桨调转,
πήχυιον προύχοντα περὶ σκαλμοῖσιν ἔδησαν.
在高处使之伸出约一肘长,捆缚在桨柱上;
τῶν δʼ ἐναμοιβαδὶς αὐτοὶ ἐνέσταθεν ἀμφοτέρωθεν,
众人则左右交替站立,
στέρνα θʼ ὁμοῦ καὶ χεῖρας ἐπήλασαν. ἐν δʼ ἄρα Τῖφυς
挺起胸膛并双手并用一同推挤。此时提费斯……
- 1.315οἷα γεραιὴ ὁπλοτέρων
省略构文。οἷα(如同)后接主格 γεραιή(老妇),属格 ὁπλοτέρων(年轻人)可作比较属格,或作省略了表示落后、落下的分词(如 λειπομένη)后的分离属格,意为“如老妇被年轻人甩在身后一般”。
- 1.334τῶ οὐκ ἂν δηναιὸν ἐχοίμεθα τοῖο ἕκητι ναυτιλίης
τῶ 为推论副词(“因此”)。οὐκ ἂν ... ἐχοίμεθα 为带 ἄν 的潜在希求法,中动语态 ἔχομαι 支配属格 ναυτιλίης,表示“在航行方面受阻延误”。后置词短语 τοῖο ἕκητι(“因此之故”)将动词 ἐχοίμεθα 与其支配的属格 ναυτιλίης 隔开。
- 1.346ὥστε καὶ ἄλλον ἀναστήσεσθαι ἐρύξω
ὥστε 引出限定动词 ἐρύξω,将来时不定词 ἀναστήσεσθαι 则从属于 ἐρύξω。既可理解为引出结果从句(“以至于我将阻止其他人站起”),亦可作并列连词解(“因此我也要阻止其他人站起”)。
- 1.369ἵνʼ εὖ ἀραροίατο γόμφοις δούρατα καὶ ῥοθίοιο βίην ἔχοι ἀντιόωσαν
在由 ἵνα 引导的目的从句中出现了主语转换与数的不一致。ἀραροίατο 是 ἀραρίσκω 的史诗体完成时中被动态希求法第三人称复数,与中性复数主语 δούρατα 一致;而在后半句中,ἔχοι 为现在时希求法第三人称单数,主语由 δούρατα 转变为隐含的单数主语(船只 νηῦς)。
