← 罗德岛的阿波罗尼奥斯

阿尔戈英雄纪

§1.236-1.306

英雄列队出发与伊阿宋向双亲告别

众英雄列队穿过城邦前往帕伽萨港口的船只,沿途民众驻足叹赏,而伊阿宋在宫殿中抚慰了悲痛恸哭的双亲后毅然启程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
236

εὖτʼ ἂν ἄγῃ χρέος ἄνδρας ὑπεὶρ ἅλα ναυτίλλεσθαι,

每当需要驱使人们涉海航行之际〔船只所备之物——当这一切备齐时〕,

δὴ τότʼ ἴσαν μετὰ νῆα διʼ ἄστεος, ἔνθα περ ἀκταὶ

那时他们便穿过城邦前往船边,

κλείονται Παγασαὶ Μαγνήτιδες· ἀμφὶ δὲ λαῶν

前往那被称为马格涅西亚的帕伽萨海岸之处。

πληθὺς σπερχομένων ἄμυδις θέεν· οἱ δὲ φαεινοὶ

四方奔聚的民众在他们身旁簇拥奔走;

240

ἀστέρες ὣς νεφέεσσι μετέπρεπον· ὧδε δʼ ἕκαστος

而他们有如云层中的耀眼群星般光彩夺目。看着他们身披甲胄疾步前行,

ἔννεπεν εἰσορόων σὺν τεύχεσιν ἀίσσοντας·

每个人都这样议论道:

‘Ζεῦ ἄνα, τίς Πελίαο νόος; πόθι τόσσον ὅμιλον

“宙斯王啊,珀利阿斯究竟有何打算?

ἡρώων γαίης Παναχαιίδος ἔκτοθι βάλλει;

他要将如此庞大的一支英雄队伍放逐到全阿开亚之地以外的何方?

αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν

只要埃厄忒斯不愿亲手将金羊毛交给他们,

245

Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ.1

他们在同一天之内便能用毁灭之火荡平他的宫阙。

ἀλλʼ οὐ φυκτὰ κέλευθα, πόνος δʼ ἄπρηκτος ἰοῦσιν.’

然而那条征途避无可避,对于前往之人来说,这是一场无法完成的艰苦劳役。”

ὧς φάσαν ἔνθα καὶ ἔνθα κατὰ πτόλιν· αἱ δὲ γυναῖκες

人们在城中各处这样议论着;

πολλὰ μάλʼ ἀθανάτοισιν ἐς αἰθέρα χεῖρας ἄειρον,

妇人们则屡屡向着苍穹对不朽的神祇高举双手,

εὐχόμεναι νόστοιο τέλος θυμηδὲς ὀπάσσαι.

祈求赐予他们称心如意的凯旋归期。

250

ἄλλη δʼ εἰς ἑτέρην ὀλοφύρετο δακρυχέουσα·

一个女人对着另一个女人垂泪哀叹道:

‘δειλὴ Ἀλκιμέδη, καὶ σοὶ κακὸν ὀψέ περ ἔμπης

“可怜的阿尔喀墨得,即便为时已晚,

ἤλυθεν, οὐδʼ ἐτέλεσσας ἐπʼ ἀγλαΐῃ βιότοιο.

厄运终究还是降临到了你的头上,你未能将一生终结于光辉之中。

Αἴσων αὖ μέγα δή τι δυσάμμορος. ἦ τέ οἱ ἦεν

而埃宋更是大为不幸之人!

βέλτερον, εἰ τὸ πάροιθεν ἐνὶ κτερέεσσιν ἐλυσθεὶς

若是他早前就裹在寿衣之中,长眠于大地深处,

255

νειόθι γαίης κεῖτο, κακῶν ἔτι νῆις ἀέθλων.

尚不知晓这些惨痛的劳役,那对他该有多好。

ὡς ὄφελεν καὶ Φρίξον, ὅτʼ ὤλετο παρθένος Ἕλλη,

真希望在那少女赫勒丧命之时,

κῦμα μέλαν κριῷ ἅμʼ ἐπικλύσαι·2 ἀλλὰ καὶ αὐδὴν

黑浪也把弗里克索斯与公羊一同吞没!

ἀνδρομέην προέηκε κακὸν τέρας, ὥς κεν ἀνίας

然而那邪恶的怪兽竟口吐人言,

Ἀλκιμέδῃ μετόπισθε καὶ ἄλγεα μυρία θείη.’

以至于日后给阿尔喀墨得带来无尽的痛苦与创伤。”

260

αἱ μὲν ἄρʼ ὧς ἀγόρευον ἐπὶ προμολῇσι κιόντων.

在勇士们启程的门前,女人们就这样议论着。

ἤδη δὲ δμῶές τε πολεῖς δμωαί τʼ ἀγέροντο·

此时众多男女仆从已聚集在一起,

μήτηρ δʼ ἀμφʼ αὐτὸν βεβολημένη. ὀξὺ δʼ ἑκάστην

母亲扑上前紧抱住伊阿宋,心如刀绞。

δῦνεν ἄχος· σὺν δέ σφι πατὴρ ὀλοῷ ὑπὸ γήραι

尖锐的悲痛刺入每一个女人的心扉;与她们一道,

ἐντυπὰς ἐν λεχέεσσι καλυψάμενος γοάασκεν.

父亲因毁灭性的衰老而在床榻上将自己裹得严严实实,呻吟哀恸。

265

αὐτὰρ ὁ τῶν μὲν ἔπειτα κατεπρήυνεν ἀνίας

随后伊阿宋出言鼓励,抚慰了他们的悲痛,

θαρσύνων, δμώεσσι δʼ ἀρήια τεύχεʼ ἀείρειν

并吩咐仆从们抬起作战的武器;

πέφραδεν· οἱ δέ τε σῖγα κατηφέες ἠείροντο.

仆人们神色沮丧,默默地抬起武器。

μήτηρ δʼ ὡς τὰ πρῶτʼ ἐπεχεύατο πήχεε παιδί,

母亲一如起初双臂搂住儿子那般,依然紧紧拥着他,

ὧς ἔχετο κλαίουσʼ ἀδινώτερον, ἠύτε κούρη

泣不成声,恰如一个孤苦伶仃的少女,满怀依恋地扑在白发乳母的怀中痛哭,

270

οἰόθεν ἀσπασίως πολιὴν τροφὸν ἀμφιπεσοῦσα

她再无其他的庇护者,

μύρεται, ᾗ οὐκ εἰσὶν ἔτʼ ἄλλοι κηδεμονῆες,

而是在继母的严酷统治下熬着沉重的岁月;继母刚刚用诸多斥责辱骂使她备受折磨,

ἀλλʼ ὑπὸ μητρυιῇ βίοτον βαρὺν ἡγηλάζει·καί ἑ νέον πολέεσσιν ὀνείδεσιν ἐστυφέλιξεν,τῇ δέ τʼ ὀδυρομένῃ δέδεται κέαρ ἔνδοθεν ἄτῃ,

她悲伤地哭泣,内心深处被厄运紧紧束缚,甚至无法倾泻出如她所渴望的那般多的哀痛;阿尔喀墨得就这样紧紧搂抱住自己的儿子失声痛哭,在深切的悲伤中说出这般言语:

275

οὐδʼ ἔχει ἐκφλύξαι τόσσον γόον, ὅσσον ὀρεχθεῖ·

“可怜的我,

ὧς ἀδινὸν κλαίεσκεν ἑὸν παῖδʼ ἀγκὰς ἔχουσα

真希望在那一天——当我听到珀利阿斯国王宣告那道恶毒的命令之时——我便立刻舍弃生命,

Ἀλκιμέδη, καὶ τοῖον ἔπος φάτο κηδοσύνῃσιν·‘αἴθʼ ὄφελον κεῖνʼ ἦμαρ, ὅτʼ ἐξειπόντος ἄκουσα

忘却忧愁,好让你,我的孩子,亲自用你亲爱的手为我安葬!

δειλὴ ἐγὼ Πελίαο κακὴν βασιλῆος ἐφετμήν,αὐτίκʼ ἀπὸ ψυχὴν μεθέμεν, κηδέων τε λαθέσθαι,

因为那是我对你仅存的唯一期盼,

ὄφρʼ αὐτός με τεῇσι φίλαις ταρχύσαο χερσίν,τέκνον ἐμόν· τὸ γὰρ οἶον ἔην ἔτι λοιπὸν ἐέλδωρ

而养育之恩的其他一切回报,

ἐκ σέθεν, ἄλλα δὲ πάντα πάλαι θρεπτήρια πέσσω.

我早已尽情领受。

νῦν γε μὲν ἡ τὸ πάροιθεν Ἀχαιιάδεσσιν ἀγητὴ

可是如今,我这昔日备受阿开亚女子敬慕的人,

285

δμωὶς ὅπως κενεοῖσι λελείψομαι ἐν μεγάροισιν,

却将如婢女一般被遗留在空荡荡的宫殿里,

σεῖο πόθῳ μινύθουσα δυσάμμορος, ᾧ ἔπι πολλὴν

因思念你而憔悴衰亡,何其不幸;

ἀγλαΐην καὶ κῦδος ἔχον πάρος, ᾧ ἔπι μούνῳ

昔日我因你而享有巨大的荣光与尊严,只为你一人,

μίτρην πρῶτον ἔλυσα καὶ ὕστατον. ἔξοχα γάρ μοι

我初次也是最后一次解开了束带;

Εἰλείθυια θεὰ πολέος ἐμέγηρε τόκοιο.

因为厄勒堤亚女神极度嫉妒我生育众多子女。

290

ᾤ μοι ἐμῆς ἄτης· τὸ μὲν οὐδʼ ὅσον, οὐδʼ ἐν ὀνείρῳ

呜呼,我的灾难!我丝毫没有、甚至做梦也未曾料到,

ὠισάμην, εἰ Φρίξος ἐμοὶ κακὸν ἔσσετʼ ἀλύξας.’

弗里克索斯的死里逃生竟会成为我的厄运。”

ὧς ἥγε στενάχουσα κινύρετο· ταὶ δὲ γυναῖκες

她这般呻吟哀诉着;

ἀμφίπολοι γοάασκον ἐπισταδόν· αὐτὰρ ὁ τήνγεμειλιχίοις ἐπέεσσι παρηγορέων προσέειπεν·

侍女们纷纷围在一旁放声痛哭。然而伊阿宋用温和的言辞宽慰她,对她说道:

295

‘μή μοι λευγαλέας ἐνιβάλλεο, μῆτερ, ἀνίας

“母亲,请不要将如此过度的凄凉悲痛加诸自身,

ὧδε λίην, ἐπεὶ οὐ μὲν ἐρητύσεις κακότητος

因为泪水并不能阻挡厄运,

δάκρυσιν, ἀλλʼ ἔτι κεν καὶ ἐπʼ ἄλγεσιν ἄλγος ἄροιο.

反而会在痛苦之上平添痛苦。

πήματα γάρ τʼ ἀίδηλα θεοὶ θνητοῖσι νέμουσιν,

神明将不可测的灾祸分赐给凡人,

τῶν μοῖραν κατὰ θυμὸν ἀνιάζουσά περ ἔμπης

尽管你心中悲痛,

300

τλῆθι φέρειν· θάρσει δὲ συνημοσύνῃσιν Ἀθήνης,

也请忍受并承担属于你的那份命运。请因雅典娜的指引和神谕而振作勇气,

ἠδὲ θεοπροπίοισιν, ἐπεὶ μάλα δεξιὰ Φοῖβος

因为福波斯赐予了极为吉祥的预言,

ἔχρη, ἀτὰρ μετέπειτά γʼ ἀριστήων ἐπαρωγῇ.

其次也请凭恃群雄的襄助。

ἀλλὰ σὺ μὲν νῦν αὖθι μετʼ ἀμφιπόλοισιν ἕκηλος

如今你且安心与侍女们留在家中,

μίμνε δόμοις, μηδʼ ὄρνις ἀεικελίη πέλε νηί·3

切莫成为船只的不祥之兆;

305

κεῖσε δʼ ὁμαρτήσουσιν ἔται δμῶές τε κιόντι.’

族人与仆役自会陪伴我前往那里。”

ἦ, καὶ ὁ μὲν προτέρωσε δόμων ἐξῶρτο νέεσθαι.

言罢,他便迈开脚步,走出宫邸启程前行。

语法注3 条
  1. 1.244αὐτῆμάρ κε δόμους ὀλοῷ πυρὶ δῃώσειαν Αἰήτεω, ὅτε μή σφιν ἑκὼν δέρος ἐγγυαλίξῃ

    主句带有潜在含义(κε 搭配不定过去时希求法 δῃώσειαν),从句中 ὅτε μή 引导虚拟式(ἐγγυαλίξῃ),在此充当条件从句(相当于 εἰ μή),意为“除非他自愿将金羊毛交予他们”。

  2. 1.256ὡς ὄφελεν καὶ Φρίξον, ὅτʼ ὤλετο παρθένος Ἕλλη, κῦμα μέλαν κριῷ ἅμʼ ἐπικλύσαι

    此句为针对过去未能实现之事的愿望句式(ὡς ὄφελεν 搭配不定式 ἐπικλύσαι),宾格 κῦμα μέλαν 充当不定式的逻辑主语,Φρίξον 为直接宾语。

  3. 1.304μηδʼ ὄρνις ἀεικελίη πέλε νηί

    名词 ὄρνις 在此引申作“预兆、凶兆”,与格 νηί 为受害与格(dative of disadvantage),构成一种习语性告诫:“切莫成为对船只不利的凶兆”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0001.tlg001.humanitext-grc2:1.236-1.306