Humanitext Reader

ホメロス風讃歌 · 第2歌 デメテル讃歌 §426-495

大地の豊穣の回復とエレウシスの秘儀の創定

7 / 7 箇所 · ギリシア語

要旨

ペルセポネは拉致された当時の詳細をデメテルに語り、レアを仲介役としたゼウスの説得に応じて、デメテルは地上に実りを取り戻し、エレウシスの王たちに秘儀を伝授してオリンポスに帰還する。

§426μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον §427καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι, §428νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
優美なサフラン、アヤメ、ヒヤシンスを混ぜ合わせ、見るも驚くばかりのバラの蕾や百合、そして、広い大地がサフランのように生み出した水仙をも。
§429αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε §430χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
しかし私が喜びのあまりに花を摘んでいたとき、大地下が開き、そこから強力な支配者ポリュデグモンが飛び出してきました。
§431βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι §432πόλλʼ ἀεκαζομένην·
そして彼は私を黄金の戦車に乗せて大地の底へ連れ去りました、激しく嫌がる私を。
ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
私は金切声を上げて叫びました。
§433ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
心を痛めつつも、これらすべて真実をあなたにお話しいたします。
<milestone type="endquote"/> §434ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι §435πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον §436ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
」 <milestone type="endquote"/> こうして彼女たちは、その日は一日中、心を一つにして、抱き合いながら、お互いの心と魂を大いに慰め合い、心の憂いは和らいでいった。
§437γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
彼女たちはお互いに喜びを受け取り、また与え合った。
§438τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος· §439πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
そこへ、光輝くヴェールを被ったヘカテが近づいてきて、デメテルの尊い娘を何度も優しく抱きしめた。
§440ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
これ以来、王たる彼女は、娘の先導者にして伴行者となった。
§441ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς §442Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον §443ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς §444δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
その後、轟きわたる広き声のゼウスは、使者として美しい髪のレアを遣わし、黒い衣を着たデメテルを神々の集いに連れてくるようにさせ、また彼女が不死の神々の間で望む限りの特権を与えることを約束した。
§445νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο §446τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα, §447τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
そしてゼウスは、彼女の娘が巡り来る一年のうち、三分の一の期間を霧立ち込める暗闇の下で過ごし、残りの三分之二を母親や他の不死の神々とともに過ごすことに同意した。
§448ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
そうゼウスが語ると、女神はゼウスの伝言に背かなかった。
§449ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων, §450ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
彼女は急いでオリンポスの峰々から飛び降り、かつては実り豊かであったラリオンの野へと至った。
§451τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον §452ἑστήκει πανάφυλλον·
しかしその時は実りをもたらさず、荒涼として葉を全く失って立っていた。
ἔκευθε δʼ ἄρα κρῖ λευκὸν §453μήδεσι Δήμητρος καλλισφύρου·
白い大麦は隠されていたのだ、美しい足首のデメテルの企てによって。
αὐτὰρ ἔπειτα §454μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν §455ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι §456βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
しかし、その後に、春が育つにつれて、ただちに長く豊かな穂を実らせ、大地の上には豊かな畝に麦の穂が重く垂れ下がり、一部は束に縛られることになっていた。
§457ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
彼女は荒涼たる天から、何よりもまずそこへと降り立った。
§458ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
二人は喜んで再会し、心から歓喜した。
§459τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
光輝くヴェールを被ったレアは彼女にこのように語りかけた。
§460<milestone type="startquote"/>δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
<milestone type="startquote"/>「おいで、我が子よ。
§461ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς §462δωσέμεν, ἅς κʼ ἐθέλῃσθα μετʼ ἀθανάτοισι θεοῖσι.
轟きわたる広き声のゼウスが、あなたを神々の集いに連れてくるよう求めており、またあなたが不死の神々の間で望む限りの特権を与えることを約束した。
§463νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο §464τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα, §465τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
そしてゼウスは、あなたの娘が巡り来る一年のうち、三分の一の期間を霧立ち込める暗闇の下で過ごし、残りの三分之二をあなたや他の不死の神々とともに過ごすことに同意した。
§466ὣς ἄρʼ ἔφη τελέεσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
彼はこのように成就されると語り、自らの頭を縦に振った。
§467ἀλλʼ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
さあ行きなさい、我が子よ、そして従うのです。
§468ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.
黒雲たなびくクロノスの子に、あまりに激しくいつまでも怒り続けてはなりません。
§469αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
そして、人々に命をもたらす実りをただちに育てなさい。
<milestone type="endquote"/> §470ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
」 <milestone type="endquote"/> レアがこう語ると、美しい冠を戴いたデメテルは背かなかった。
§471αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
彼女は肥沃な野からただちに実りをもたらした。
§472πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν §473ἔβρισʼ·
広き大地全体が葉と花とで重く満ちあふれた。
ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι §474δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ §475Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν §476δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
そして彼女は、掟を司る王たちのもとへ行き、トリプトレモスや、馬を駆るディオクレス、力強きエウモルポス、そして民の指導者ケレオスに、神聖な儀式の執り行いを示し、すべての人々に秘儀を教えた。
§477Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
トリプトレモスとポリュクセイノス、さらにはディオクレスに厳かな秘儀を。
§478σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι §479οὔτʼ ἀχέειν·
それは決して背くことも、尋ね知ることも、口外することもできない。
μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
神々への大いなる畏怖が声を遮るからだ。
§480ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
地上に生きる人間たちの中で、これらを見た者は幸いである。
§481ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων §482αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
しかし、秘儀の秘跡に預からず、あずかり知らぬ者は、死んだのち、霧立ち込める暗闇の下で、同じ運命を辿ることは決してない。
§483αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων, §484βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
さて、高貴な女神がすべてを指示し終えると、彼女たちは他の神々の集いのもとへと、オリンポスへ向かった。
§485ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ §486σεμναί τʼ αἰδοῖαι τε·
そこへ至り、彼女たちは雷を楽しむゼウスの傍らで、厳かに、また尊ばれて暮らしている。
μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι §487προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
彼女たちが心から地上の人間の中で愛する者は、極めて幸いである。
§488αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα §489Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
彼女たちは彼の偉大な館の竈へと、ただちに死すべき人間に富をもたらすプレトスを送り届けてくれる。
§490ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα §491καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα, §492πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα, §493αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια· §494πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.
さあ、香ばしいエレウシスの領土を支配し、海に囲まれたパロスや、岩がちなアントロンを支配する尊き方、輝かしい贈り物を下さる、季節を運ぶデオ王よ、あなた自身と、極めて美しい娘ペルセポネよ、私の歌に応え、心にかなう実り豊かな生を与えてください。
§495αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
そして私は、あなたと他の歌をも記憶に留め、歌い続けるでしょう。

語釈・文法注

  1. 427θαῦμα ἰδέσθαι — 名詞 θαῦμα の後に不定詞 ἰδέσθαι(ἰδεῖν の中動態)が続く説明的不定詞(epexegetical infinitive)の構造。「見るに驚くべきもの」「見るも目覚ましいもの」を意味する詩的な慣用句である。
  2. 440οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα — οἱ は三人称単数の与格(ここではペルセポネを指す関係代名詞に準ずる代名詞)。主語である ἄνασσα(女王、ここではヘカテを指す)が、ペルセポネにとっての伴行者(πρόπολος καὶ ὀπάων)になったことを示す連結動詞 ἔπλετο(πέλομαι の過去形)の構文である。
  3. 454μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν — 非人称、あるいはラリオンの野(ἀρούρης)を主語とする助動詞的機能の μέλλεν に、未来不定詞 κομήσειν、および 456 行目の βρισέμεν と δεδέσθαι が係り、これから起きるべき近未来の出来事を描写する入れ子状の不定詞句を形成している。
  4. 478τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι — 関係代名詞 τά は前行の σεμνά(厳かな秘儀)を先行詞とする。非人称の ἔστι は「〜することが可能である」を意味し、それに3つの不定詞(παρεξίμεν, πυθέσθαι, 479 行目の ἀχέειν)が連なっている。ἀχέειν はここでは「口外する、告げる」の意で解釈される。

この箇所を引用する

ホメロス風讃歌, 第2歌 デメテル讃歌 §426-495. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg002.humanitext-grc2:426-495

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。