§29.14.1πρῶτος δὲ τῶν παρόντων ὁ Νασικᾶς ἐπι
καλούμενος Σκιπίων, γαμβρὸς Ἀφρικανοῦ Σκιπίωνος, ὕστερον δὲ μέγιστον ἐν τῇ συγκλήτῳ δυνηθείς, ὑπεδέξατο τῆς κυκλώσεως ἡγεμὼν γενέσθαι.
First among those present, Scipio surnamed Nasica, the son-in-law of Scipio Africanus, who later attained the greatest influence in the senate, undertook to be the leader of the flanking movement.
§29.14.2δεύτερος δὲ Φάβιος Μάξιμος ὁ πρεσβύτατος τῶν Αἰμιλίου παίδων, ἔτι μειράκιον ὤν, ἀνέστη προθυμούμενος.
Secondly, Fabius Maximus, the eldest of Aemilius' children, being still a youth, stood up eagerly.
§29.14.3ἡσθεὶς οὖν ὁ Αἰμίλιος δίδωσιν αὐτοῖς οὐχ ὅσους Πολύβιος εἴρηκεν, ἀλλʼ ὅσους αὐτὸς ὁ Νασικᾶς λαβεῖν φησι, γεγραφὼς περὶ τῶν πράξεων τούτων ἐπιστόλιον πρός τινα τῶν βασιλέων. — §29.14.4τῇ δυνάμει τῆς πάρμης καὶ τῶν Λιγυστικῶν θυρεῶν ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι. —
Aemilius therefore, being pleased, gave them not as many as Polybius has stated, but as many as Nasica himself says he took, having written a letter about these deeds to a certain king. — The Romans held out stoutly by the strength of their small round shields and Ligurian oblong shields. —