§21.16.1ὅτι μετὰ τὴν νίκην οἱ Ῥωμαῖοι τὴν αὑτῶν πρὸς Ἀντίοχον παρειληφότες καὶ τὰς Σάρδεις καὶ τὰς ἀκροπόλεις ἄρτι ἧκε Μουσαῖος ἐπικηρυκευόμενος παρʼ Ἀντιόχου. §21.16.2τῶν δὲ περὶ τὸν Πόπλιον φιλανθρώπως προσδεξαμένων αὐτόν, ἔφη βούλεσθαι τὸν Ἀντίοχον ἐξαποσταλῆναι πρεσβευτὰς τοὺς διαλεχθησομένους ὑπὲρ τῶν ὅλων. §21.16.3διόπερ ἀσφάλειαν ἠξίου δοθῆναι τοῖς παραγινομένοις.
After the victory, when the Romans had received Sardis and its citadel into their own protection (which had formerly been loyal to Antiochus), Musaeus arrived just then as a herald from Antiochus. When Publius and his circle received him kindly, he said that Antiochus wished envoys to be sent to discuss the general situation. Therefore, he requested that a safe-conduct be given to those who were coming.
τῶν δὲ συγχωρησάντων οὗτος μὲν ἐπανῆλθεν, §21.16.4μετὰ δέ τινας ἡμέρας ἧκον πρέσβεις παρὰ τοῦ βασιλέως Ἀντιόχου Ζεῦξις ὁ πρότερον ὑπάρχων Λυδίας σατράπης καὶ Ἀντίπατρος ἀδελφιδοῦς. §21.16.5οὗτοι δὲ πρῶτον μὲν ἔσπευδον ἐντυχεῖν Εὐμένει τῷ βασιλεῖ, διευλαβούμενοι μὴ διὰ τὴν προγεγενημένην παρατριβὴν φιλοτιμότερος ᾖ πρὸς τὸ βλάπτειν αὐτούς. §21.16.6εὑρόντες δὲ παρὰ τὴν προσδοκίαν μέτριον αὐτὸν καὶ πρᾷον, εὐθέως ἐγίνοντο περὶ τὴν κοινὴν ἔντευξιν. §21.16.7κληθέντες δʼ εἰς τὸ συνέδριον πολλὰ μὲν καὶ ἕτερα διελέχθησαν, παρακαλοῦντες πρᾴως χρήσασθαι καὶ μεγαλοψύχως τοῖς εὐτυχήμασι, §21.16.8φάσκοντες οὐχ οὕτως Ἀντιόχῳ τοῦτο συμφέρειν ὡς αὐτοῖς Ῥωμαίοις, ἐπείπερ ἡ τύχη παρέδωκεν αὐτοῖς τὴν τῆς οἰκουμένης ἀρχὴν καὶ δυναστείαν· §21.16.9τὸ δὲ συνέχον ἠρώτων τί δεῖ ποιήσαντας τυχεῖν τῆς εἰρήνης καὶ τῆς φιλίας τῆς πρὸς Ῥωμαίους. §21.16.10οἱ δʼ ἐν τῷ συνεδρίῳ πρότερον ἤδη συνηδρευκότες καὶ βεβουλευμένοι περὶ τούτων, τότʼ ἐκέλευον διασαφεῖν τὰ δεδογμένα τὸν Πόπλιον.
When they granted this, he returned. A few days later, Zeuxis, the former satrap of Lydia, and Antipater, the king's nephew, came as envoys from King Antiochus. These first hastened to meet King Eumenes, being anxious lest, because of the previous friction, he might be more eager to do them harm. But finding him, contrary to their expectation, moderate and mild, they immediately applied themselves to the joint interview. Being summoned to the council, they spoke on many other matters, urging them to use their good fortune mildly and magnanimously, asserting that this was not so much to the interest of Antiochus as to that of the Romans themselves, since fortune had delivered to them the empire and sovereignty of the world; and, what was most important, they asked what they must do to obtain peace and friendship with the Romans. Those in the council, having already met and deliberated on these matters beforehand, then bade Publius declare their decisions.