§11.18a.1ὅτι φησὶν ὁ Πολύβιος, τί γὰρ ὄφελός ἐστι τοῖς ἀναγινώσκουσι διεξιέναι πολέμους καὶ μάχας καὶ πόλεων ἐξανδραποδισμοὺς καὶ πολιορκίας, εἰ μὴ τὰς αἰτίας ἐπιγνώσονται, παρʼ ἃς ἐν ἑκάστοις οἱ μὲν κατώρθωσαν, οἱ δʼ ἐσφάλησαν;
Polybius says: what benefit is there for readers to go through wars and battles, the enslavements of cities, and sieges, unless they learn the causes owing to which, in each case, some succeeded while others failed?
§11.18a.2τὰ γὰρ τέλη τῶν πράξεων ψυγαγωγεῖ μόνον τοὺς ἀκούοντας, αἱ δὲ πρόσθεν διαλήψεις τῶν ἐπιβαλλομένων ἐξεταζόμεναι δεόντως ὠφελοῦσι τοὺς φιλομαθοῦντας.
For the outcomes of events merely entertain the listeners, whereas the prior deliberations of those who undertake them, when properly examined, benefit those who are eager to learn.
§11.18a.3μάλιστα δὲ πάντων ὁ κατὰ μέρος χειρισμὸς ἑκάστων ἐπιδεικνύμενος ἐπανορθοῖ τοὺς συνεφιστάνοντας. —
And most of all, the detailed handling of each matter, when demonstrated, corrects those who pay close attention.