§20.96.1ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Πτολεμαῖος ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις πλοίων πλῆθος τῶν τὴν ἀγορὰν κομιζόντων, ἐν οἷς ἦσαν σίτου τριάκοντα μυριάδες ἀρταβῶν σὺν τοῖς ὀσπρίοις.
During the same days, King Ptolemy dispatched to the Rhodians a multitude of vessels carrying provisions, among which were three hundred thousand artabae of wheat along with pulse.
§20.96.2προσφερομένων δʼ αὐτῶν πρὸς τὴν πόλιν ἐπεχείρησε Δημήτριος ἀποστέλλειν σκάφη τὰ κατάξοντα πρὸς τὴν αὐτοῦ στρατοπεδείαν.
As they were approaching the city, Demetrius attempted to send vessels to bring them down to his own camp.
φοροῦ δὲ πνεύματος αὐτοῖς ἐπιγενομένου ταῦτα μὲν πλήρεσι τοῖς ἱστίοις φερόμενα κατηνέχθη πρὸς τοὺς οἰκείους λιμένας, οἱ δʼ ὑπὸ Δημητρίου πεμφθέντες ἐπανῆλθον ἄπρακτοι.
But since a favorable wind came upon them, these vessels, carried along with full sails, were brought down into their own harbors, while those sent by Demetrius returned without success.
§20.96.3ἔπεμψε δὲ τοῖς Ῥοδίοις καὶ Κάσανδρος κριθῶν μεδίμνους μυρίους καὶ Λυσίμαχος πυρῶν μεδίμνους τετρακισμυρίους καὶ κριθῶν τοὺς ἴσους.
Cassander also sent to the Rhodians ten thousand medimni of barley, and Lysimachus forty thousand medimni of wheat and an equal amount of barley.
τηλικαύτης οὖν χορηγίας τοῖς κατὰ τὴν πόλιν γενομένης ἤδη κάμνοντες ταῖς ψυχαῖς οἱ πολιορκούμενοι πάλιν ἀνεθάρρησαν καὶ κρίναντες συμφέρειν ἐπιθέσθαι ταῖς μηχαναῖς τῶν πολεμίων πυρφόρων τε πλῆθος παρεσκευάσαντο καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυβελεῖς ἔστησαν ἅπαντας ἐπὶ τοῦ τείχους.
Since such a great supply had come to those in the city, the besieged, who were already losing heart, recovered their courage again, and deciding that it was advantageous to attack the engines of the enemy, they prepared a multitude of fire-carriers, and placed all the stone-throwers and bolt-projectors upon the wall.
§20.96.4νυκτὸς δʼ ἐπιγενομένης περὶ δευτέραν φυλακὴν ἄφνω τοῖς μὲν πυρφόροις συνεχῶς τὴν ἑλέπολιν ἔβαλλον, τοῖς δʼ ἄλλοις βέλεσι παντοίοις χρώμενοι τοὺς ἐκεῖ συντρέχοντας κατετίτρωσκον.
When night came on, about the second watch, they suddenly began to strike the Helepolis continuously with the fire-carriers, and using all other kinds of missiles, they wounded those who ran together there.
§20.96.5οἱ δὲ περὶ τὸν Δημήτριον ἀνελπίστου τῆς ἐπιθέσεως γενομένης ἀγωνιάσαντες περὶ τῶν κατασκευασθέντων ἔργων συνέτρεχον ἐπὶ τὴν βοήθειαν.
Those about Demetrius, as the attack was unexpected, became anxious for the constructed works and ran together to assist.
§20.96.6ἀσελήνου δὲ τῆς νυκτὸς οὔσης οἱ μὲν πυρφόροι διέλαμπον φερόμενοι βιαίως, οἱ δʼ ὀξυβελεῖς καὶ πετροβόλοι τὴν φορὰν ἀπροόρατον ἔχοντες πολλοὺς διέφθειρον τῶν μὴ δυναμένων συνιδεῖν τὴν ἐπιφερομένην πληγήν.
Since the night was moonless, the fire-carriers shone brightly as they were violently hurled, but the bolt-projectors and stone-throwers, having their flight unseen, destroyed many of those who were unable to see the incoming blow.
§20.96.7ἔτυχον δὲ καὶ τῶν ἀπὸ τῆς μηχανῆς λεπίδων τινὲς ἀποπεσοῦσαι, καταψιλωθέντος δὲ τοῦ τόπου προσέπιπτον οἱ πυρφόροι τῷ ξυλοφανεῖ τοῦ κατασκευάσματος.
It also happened that some of the metal plates fell off from the engine, and when the place was laid bare, the fire-carriers fell upon the wooden part of the structure.
διόπερ ἀγωνιάσας ὁ Δημήτριος μήποτε τοῦ πυρὸς ἐπινεμηθέντος ἅπασαν συμβῇ τὴν μηχανὴν λυμανθῆναι, κατὰ τάχος ἐβοήθει καὶ τῷ παρασκευασθέντι ὕδατι ἐν ταῖς στεγαις ἐπειρᾶτο σβεννύναι τὴν ἐπιφερομένην φλόγα.
Therefore Demetrius, fearing lest the fire should spread and the whole engine should be destroyed, hastened to bring help and tried to extinguish the incoming flame with the water that had been prepared in the stories.
τὸ δὲ τελευταῖον ἀθροίσας τῇ σάλπιγγι τοὺς τεταγμένους ἐπὶ τῆς κινήσεως τῶν ἔργων διὰ τούτων ἀπήγαγε τὰς μηχανὰς ἐκτὸς βέλους.
Finally, assembling by trumpet those appointed for the movement of the works, he withdrew the engines out of missile range by their means.