§9.91.1ὡς δὲ πολλὸς ἦν λισσόμενος ὁ ξεῖνος ὁ Σάμιος, εἴρετο Λευτυχίδης, εἴτε κληδόνος εἵνεκεν θέλων πυθέσθαι εἴτε καὶ κατὰ συντυχίην θεοῦ ποιεῦντος,
ὦ ξεῖνε Σάμιε, τί τοι τὸ οὔνομα; ὁ δὲ εἶπε
Ἡγησίστρατος. §9.91.2ὁ δὲ ὑπαρπάσας τὸν ἐπίλοιπον λόγον, εἴ τινα ὅρμητο λέγειν ὁ Ἡγησίστρατος, εἶπε
δέκομαι τὸν οἰωνὸν τὸν Ἡγησιστράτου, ὦ ξεῖνε Σάμιε.
As the Samian stranger was persistent in his entreaties, Leutychides asked him, whether wishing to hear it for the sake of an omen, or even by a coincidence brought about by a god: "My Samian guest, what is your name?" And he replied: "Hegesistratus." Thereupon Leutychides, cutting short the rest of the speech that Hegesistratus was about to make, said: "I accept the omen of Hegesistratus, my Samian guest.
σὺ δὲ ἡμῖν ποίεε ὅκως αὐτός τε δοὺς πίστιν ἀποπλεύσεαι καὶ οἱ σὺν σοὶ ἐόντες οἵδε, ἦ μὲν Σαμίους ἡμῖν προθύμους ἔσεσθαι συμμάχους.
Now, see to it that you sail away after giving us a pledge, both yourself and these who are with you, that the Samians will indeed be our zealous allies."