§9.39.1ἡμέραι δέ σφι ἀντικατημένοισι ἤδη ἐγεγόνεσαν ὀκτώ, ὅτε ταῦτα ἐκεῖνος συνεβούλευε Μαρδονίῳ.
Eight days had already passed for them while they lay sitting opposite each other, when he gave this advice to Mardonius.
ὁ δὲ μαθὼν τὴν παραίνεσιν εὖ ἔχουσαν, ὡς εὐφρόνη ἐγένετο, πέμπει τὴν ἵππον ἐς τὰς ἐκβολὰς τὰς Κιθαιρωνίδας αἳ ἐπὶ Πλαταιέων φέρουσι, τὰς Βοιωτοὶ μὲν Τρεῖς κεφαλὰς καλέουσι, Ἀθηναῖοι δὲ Δρυὸς κεφαλάς. πεμφθέντες δὲ οἱ ἱππόται οὐ μάτην ἀπίκοντο· §9.39.2ἐσβάλλοντα γὰρ ἐς τὸ πεδίον λαμβάνουσι ὑποζύγιά τε πεντακόσια, σιτία ἄγοντα ἀπὸ Πελοποννήσου ἐς τὸ στρατόπεδον, καὶ ἀνθρώπους οἳ εἵποντο τοῖσι ζεύγεσι.
Recognizing that the advice was good, as soon as night fell, Mardonius sent his cavalry to the passes of Cithaeron that lead toward Plataea, which the Boeotians call "Three Heads" and the Athenians "Oak's Heads." Having been sent, the horsemen did not arrive in vain; for as they were entering the plain, they captured five hundred beasts of burden bringing provisions from the Peloponnese to the camp, and the men who were following the wagons.
ἑλόντες δὲ ταύτην τὴν ἄγρην οἱ Πέρσαι ἀφειδέως ἐφόνευον, οὐ φειδόμενοι οὔτε ὑποζυγίου οὐδενὸς οὔτε ἀνθρώπου.
Having taken this prey, the Persians slaughtered them mercilessly, sparing neither any beast of burden nor any man.
ὡς δὲ ἄδην εἶχον κτείνοντες, τὰ λοιπὰ αὐτῶν ἤλαυνον περιβαλόμενοι παρά τε Μαρδόνιον καὶ ἐς τὸ στρατόπεδον.
When they had their fill of killing, they rounded up the remainder of them and drove them to Mardonius and into the camp.