§9.34.1ταῦτα δὲ λέγων οὗτος ἐμιμέετο Μελάμποδα, ὡς εἰκάσαι βασιληίην τε καὶ πολιτηίην αἰτεομένους.
In saying this, he was imitating Melampus, if one may compare those who ask for kingship and citizenship.
καὶ γὰρ δὴ καὶ Μελάμπους τῶν ἐν Ἄργεϊ γυναικῶν μανεισέων, ὥς μιν οἱ Ἀργεῖοι ἐμισθοῦντο ἐκ Πύλου παῦσαι τὰς σφετέρας γυναῖκας τῆς νούσου, μισθὸν προετείνατο τῆς βασιληίης τὸ ἥμισυ.
For indeed, when the women in Argos had gone mad and the Argives tried to hire him from Pylos to cure their women of the disease, Melampus demanded as his reward half of the kingship.
§9.34.2οὐκ ἀνασχομένων δὲ τῶν Ἀργείων ἀλλʼ ἀπιόντων, ὡς ἐμαίνοντο πλεῦνες τῶν γυναικῶν, οὕτω δὴ ὑποστάντες τὰ ὁ Μελάμπους προετείνατο ἤισαν δώσοντές οἱ ταῦτα.
The Argives would not tolerate this but went away; however, when more of the women began to go mad, they finally submitted to the terms Melampus had proposed and went to offer them to him.
ὁ δὲ ἐνθαῦτα δὴ ἐπορέγεται ὁρέων αὐτοὺς τετραμμένους, φάς, ἢν μὴ καὶ τῷ ἀδελφεῷ Βίαντι μεταδῶσι τὸ τριτημόριον τῆς βασιληίης, οὐ ποιήσειν τὰ βούλονται.
Thereupon, seeing them turned, he increased his demands, saying that unless they also gave a third share of the kingship to his brother Bias, he would not do what they wished.
οἱ δὲ Ἀργεῖοι ἀπειληθέντες ἐς στεινὸν καταινέουσι καὶ ταῦτα.
And the Argives, being driven into a corner, agreed to this also.