§8.18.1ὡς δὲ διέστησαν, ἄσμενοι ἑκάτεροι ἐς ὅρμον ἠπείγοντο.
And when they parted, both sides gladly hastened to their anchorage.
οἱ δὲ Ἕλληνες ὡς διακριθέντες ἐκ τῆς ναυμαχίης ἀπηλλάχθησαν, τῶν μὲν νεκρῶν καὶ τῶν ναυηγίων ἐπεκράτεον, τρηχέως δὲ περιεφθέντες, καὶ οὐκ ἥκιστα Ἀθηναῖοι τῶν αἱ ἡμίσεαι τῶν νεῶν τετρωμέναι ἦσαν, δρησμὸν δὴ ἐβούλευον ἔσω ἐς τὴν Ἑλλάδα.
But the Greeks, when they had withdrawn, having separated from the sea-fight, though they remained in possession of the dead and the wrecks, yet having been roughly handled—and not least the Athenians, half of whose ships were damaged—began to plan indeed a retreat into the interior of Greece.