§7.30.1ταῦτα δὲ εἴπας καὶ ἐπιτελέα ποιήσας ἐπορεύετο τὸ πρόσω αἰεὶ.
Having said these things and carried them into effect, he continued to march ever forward.
Ἄναυα δὲ καλεομένην Φρυγῶν πόλιν παραμειβόμενος καὶ λίμνην ἐκ τῆς ἅλες γίνονται, ἀπίκετο ἐς Κολοσσὰς πόλιν μεγάλην Φρυγίης·
Passing by the Phrygian city called Anaua and a lake from which salt is produced, he arrived at Colossae, a great city of Phrygia.
ἐν τῇ Λύκος ποταμὸς ἐς χάσμα γῆς ἐσβάλλων ἀφανίζεται, ἔπειτα διὰ σταδίων ὡς πέντε μάλιστά κῃ ἀναφαινόμενος ἐκδιδοῖ καὶ οὗτος ἐς τὸν Μαίανδρον.
There the river Lycus plunges into a chasm in the earth and disappears, and then, reappearing after an interval of about five stades, this river also discharges its waters into the Maeander.
§7.30.2ἐκ δὲ Κολοσσέων ὁ στρατὸς ὁρμώμενος ἐπὶ τοὺς οὔρους τῶν Φρυγῶν καὶ Λυδῶν ἀπίκετο ἐς Κύδραρα πόλιν, ἔνθα στήλη καταπεπηγυῖα, σταθεῖσα δὲ ὑπὸ Κροίσου, καταμηνύει διὰ γραμμάτων τοὺς οὔρους.
Setting out from Colossae, the army arrived at the city of Cydrara on the borders of the Phrygians and Lydians, where a pillar is firmly fixed, which was set up by Croesus, indicating the borders by means of an inscription.