§7.216.1ἔχει δὲ ὧδε ἡ ἀτραπὸς αὕτη· ἄρχεται μὲν ἀπὸ τοῦ Ἀσωποῦ ποταμοῦ τοῦ διὰ τῆς διασφάγος ῥέοντος, οὔνομα δὲ τῷ ὄρεϊ τούτῳ καὶ τῇ ἀτραπῷ τὠυτὸ κεῖται, Ἀνόπαια·
This path is as follows: it begins from the river Asopus which flows through the ravine, and the same name, Anopaea, is given to this mountain and to the path.
τείνει δὲ ἡ Ἀνόπαια αὕτη κατὰ ῥάχιν τοῦ ὄρεος, λήγει δὲ κατά τε Ἀλπηνὸν πόλιν, πρώτην ἐοῦσαν τῶν Λοκρίδων πρὸς τῶν Μηλιέων, καὶ κατὰ Μελαμπύγου τε καλεόμενον λίθον καὶ κατὰ Κερκώπων ἕδρας, τῇ καὶ τὸ στεινότατον ἐστί.
This Anopaea extends along the ridge of the mountain, and it ends at the town of Alpenus—which is the first town of the Locrians on the side of the Malians—and at the stone called that of Melampygos and at the seats of the Cercopes, where indeed is the narrowest part.