§7.132.1τῶν δὲ δόντων ταῦτα ἐγένοντο οἵδε, Θεσσαλοὶ Δόλοπες Ἐνιῆνες Περραιβοὶ Λοκροὶ Μάγνητες Μηλιέες Ἀχαιοὶ οἱ Φθιῶται καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι Βοιωτοὶ πλὴν Θεσπιέων τε καὶ Πλαταιέων.
Of those who gave these, there were these: the Thessalians, Dolopes, Enienes, Perrhaebians, Locrians, Magnetes, Melians, Achaeans of Phthiotis, and Thebans, and the other Boeotians except the Thespians and Plataeans.
§7.132.2ἐπὶ τούτοισι οἱ Ἕλληνες ἔταμον ὅρκιον οἱ τῷ βαρβάρῳ πόλεμον ἀειράμενοι· τὸ δὲ ὅρκιον ὧδε εἶχε, ὅσοι τῷ Πέρσῃ ἔδοσαν σφέας αὐτοὺς Ἕλληνες ἐόντες μὴ ἀναγκασθέντες, καταστάντων σφι εὖ τῶν πρηγμάτων, τούτους δεκατεῦσαι τῷ ἐν Δελφοῖσι θεῷ.
Against these, the Greeks who had undertaken the war against the barbarian swore an oath; and the oath was as follows: that whichever of the Greeks had surrendered themselves to the Persian without being compelled, once their affairs were well settled, these they would tithe to the god in Delphi.
τὸ μὲν δὴ ὅρκιον ὧδε εἶχε τοῖσι Ἕλλησι.
Such indeed was the oath of the Greeks.